Ancient Greek · ~5 min
Dfhg-Source dfhg2_MANETHO_SEBENNYTA
MANETHO SEBENNYTA, Fragmenta 3
Not analysed yet
Περὶ τῆς τῶν Αἰγυπτίων ἀρχαιολογίας. Μανεθῶ ὁ Σεβεννύτης ἀρχιερεὺς τῶν ἐν Αἰγύπτῳ μιαρῶν ἱερῶν μετὰ Βήρωσσον γενόμενος ἐπὶ Πτολεμαίου τοῦ Φιλαδέλφου γράφει τῷ αὐτῷ Πτολεμαίῳ, ψευδηγορῶν καὶ αὐτὸς ὡς ὁ Βήρωσσος, περὶ δυναστειῶν ςʹ, ἤτοι θεῶν τῶν μηδέποτε γεγονότων ζʹ (scr. Σʹ), οἳ, φησὶ, διαγεγόνασιν ἐπὶ ἔτη αʹ ͵αππεʹ. Ὧν πρῶτος θεὸς Ἥφαιστος ἔτη, ͵θ ἐβασίλευσε. Ταῦτα τὰ θ ἔτη πάλιν τινὲς τῶν καθ ̓ ἡμᾶς ἱστορικῶν ἀντὶ μηνῶν σεληνιακῶν λογισάμενοι καὶ μερίσαντες τὸ τῶν ἡμερῶν πλῆθος τῶν αὐτῶν, θ σεληνίων παρὰ τὰς τριακοσίας ἑξήκοντα πέντε ἡμέρας τοῦ ἐνιαυτοῦ συνῆξαν ἔτη ψκζʹ δʹ, ξένον τι δοκοῦντες κατωρθωκέναι, γελοίων δὲ μᾶλλον εἰπεῖν ἄξιον τὸ ψεῦδος τῇ ἀληθείᾳ συμβιβάζοντες. Αἰγυπτίων αʹ ἐβασίλευσεν Ἥφαιστος ἔτη ψκζʹ ‿δʹ. Πρώτη δυναστεία. βʹ Ἥλιος Ἡφαίστου ἔτη πʹ‿ϛʹ. γʹ Ἀγαθοδαίμων ἔτη νςʹ ‿ιβʹ. δʹ Κρόνος ἔτη μʹ. εʹ Ὄσιρις καὶ Ἶσις ἔτη λεʹ. ςʹ Τύφων ἔτη κθʹ. ζʹ Ὦρος ἡμίθεος ἔτη κεʹ. ηʹ Ἄρης ἡμέθεος κγʹ. θʹ Ἄνουβις ἡμίθεος ἔτη ιζʹ. ιʹ Ἡρακλῆς ἡμίθεος ἔτη ιεʹ. ιαʹ Ἀπολλῶ ἡμίθεος ἔτη κεʹ. ιβʹ Ἀμμῶν ἡμίθεος ἔτη λʹ. ιγʹ Τιθόης ἡμίθεος ἔτη κζʹ. ιδʹ Σῶσος ἡμίθεος ἔτη λβʹ. ιεʹ Ζεὺς ἡμίθεος ἕτη κʹ.