Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_MANETHO_SEBENNYTA
MANETHO SEBENNYTA, Fragmenta 48
Not analysed yet
Ἑπτακαιδεκάτη δυναστείαν ποιμένες ᾖσαν ἀδελφοὶ (ἀλλόφυλοι Movers. Phoeniz. p. 35) Θοίνικες ξένοι βασιλεῖς, οἲ καὶ Μέμφιν εἷλον. Ὧν πρῶτος Σαΐτης ἐβασίλευσεν ἔτη ιθʹ, ἀφʹ οὗ καὶ δ Σαΐτης νομὸς ἐκλήθη, οἲ καὶ ἐν τῷ Σεθροΐτῃ (Σαιθροΐτῃ cod. B, Σεθρωΐτῃ sch. Plat. p. 424 Bekk.) νομῷ πόλιν ἔκτισαν, ἀφ ̓ ἧς ὁρμώμενοι Αἰγυπτίους ἐχειρώσαντο. Βʹ βνῶν (Βηὼν m.) ἔτη μʹ (μγʹ Goar.) . [γʹ] Ἄφωφις ἔτη ιδʹ. Μεφ ̓ ὃν Ἄρχλησἔτη λʹ. Ὁμοῦ ἔτη ργʹ. Κατὰ τούτους Αἰγυπτίων βασιλεὺς (βασιλεῦσαι conj. Boeckh. p. 230) Ἰωσὴφ δείκνυται.