Ancient Greek · ~6 min
Dfhg-Source dfhg2_MANETHO_SEBENNYTA
MANETHO SEBENNYTA, Fragmenta 6
Not analysed yet
Ἐπειδὴ δὲ τῶν ἀπὸ Μεστραὶμ Αἰγυπτιακῶν δυναστειῶν (sic Buns,; ἐτῶν vg.) οἱ χρόνοι ἕως Νεκταναβῶ χρειώδεις τυγχάνουσιν ἐν πολλοῖς τοῖς περὶ τὰς χρονικὰς καταγινομένοις ζητήσεις, αὐταὶ δὲ παρὰ Μανεθῶ ληφθεῖσαι τοῖς ἐκκλησιαστικοῖς ἱστορικοῖς διαπεφωνημένως κατά τε τὰς αὐτῶν προσηγορίας καὶ τὴν ποσότητα τῶν χρόνων τῆς βασιλείας ἐκδέδονται, ἐπὶ τίνος τε αὐτῶν Ἰωσὴφ ἡγεμόνευσε τῆς Αἰγύπτου καὶ μετ ̓ αὐτὸν ὁ θεόπτης Μωϋσῆς τῆς τοῦ Ἰσραὴλ ἐξ Αἰγύπτου πορείας ἡγήσατο, ἀναγκαῖον ἡγησάμην δύο· τῶν ἐπισημοτάτων ἐκδόσεις ἐκλέξασθαι καὶ ταύτας ἀλλήλαις παραθέσθαι, Ἀφρικανοῦ τέ φημι καὶ τοῦ μετ ̓ αὐτὸν Εὐσεβίου τοῦ Παμφίλου καλουμένου, ὡς ἂν τὴν ἐγγίζουσαν τῇ γραφικῇ ἀληθείᾳ δόξαν ὀρθῶς ἐπιβάλλων τις καταμάθοι, τοῦτο πρό γε πάντων εἰδὼς ἀκριβῶς, ὅτι Ἀφρικανὸς μὲν εἴκοσιν ἔτη προστίθησιν ἐν τοῖς ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ χρόνοις, καὶ ἀντὶ, βσμβ' βσξβ' ἔτη βούλεται εἶναι, ὅπερ οὐ δοκεῖ καλῶς ἔχειν. Εὐσέβιος δὲ βσμβ' ὑγιῶς ἔθετο καὶ ὁμοφώνως τῇ γραφῇ. Ἐν δὲ τοῖς ἀπὸ τοῦ κατακλυσμοῦ ἀμφότεροι διήμαρτον ἕως τοῦ Ἀβραὰμ καὶ Μωϋσέως ἔτεσι ρλ' τοῦ δευτέρου Καῖνᾶν υἱοῦ Ἀρφαξὰδ καὶ γενεᾷ μιᾷ, τῇ ιγʹ, παρὰ τῷ θείῳ εὐαγγελιστῇ Λουκᾷ ἀπὸ Ἀδὰμ κειμένῃ. Ἀλλ ̓ ὁ μὲν Ἀφρικανὸς ἐν τοῖς ἀπὸ Ἀδὰμ προστεθεῖσιν αὐτῷ καὶ ἐπὶ τὸν κατακλυσμὸν ἔτεσιν κʹ προαφήρπαξε ταῦτα, καὶ ἐν τοῖς τοῦ Καῖνᾶν καὶ τῶν μετέπειτα ριʹ μόνα λείπεται. Διὸ καὶ ἕως Ἀβραὰμ πρώτου ἔτους γσβ' ἔτη ἐστοιχείωσεν. Ὁ δὲ Εὐσέβιος ὁλοκλήρως τὰ ρλʹ ὑφελὼν, γρπδʹ ἕως πρώτου ἔτους Ἀβραὰμ ἐξέδωκε.