Ancient Greek · ~3 min
Dfhg-Source dfhg2_MANETHO_SEBENNYTA
MANETHO SEBENNYTA, Fragmenta 6-2
Not analysed yet
Περὶ τῶν [μετὰ τὸν κατακλυσμὸν] Αἰγύπτου δυναστειῶν, ὡς ὁ Ἀφρικανός. αʹ Μετὰ νέκυας τοὺς ἡμιθέους πρώτη βασιλεία (l. δυναστεία. Boeckh.) καταριθμεῖται βασιλέων ὀκτὼ, ὧν πρῶτος Μήνης Θινίτης ἐβασίλευσεν ἔτη ξβʹ· ὃς ὑπὸ ἱπποποτάμου διαρπαγεὶς διεφθάρη. βʹ Ἄθωθις υἱὸς ἔτη νζʹ, ὁ τὰ ἐν Μέμφει βασίλεια οἰκοδομήσας· οὗ φέρονται βίβλοι ἀνατομικαὶ, ἰατρὸς γὰρ ἦν. γʹ Κενκένης υἱὸς ἔτη λαʹ. δʹ Οὐενέφης υἱὸς ἔτη κγʹ· ἐφ ̓ οὗ λιμὸς κατέσχε τὴν Αἴγυπτον μέγας. Οὗτος τὰς περὶ Κωχώμην ἤγειρε πυραμίδας. εʹ Οὐσαφαῖδος υἱὸς ἔτη κʹ. ςʹ Μιεβιδὸς υἱὸς ἔτη κςʹ. ζʹ Σεμέμψης υἱὸς ἔτη ιηʹ· ἐφ ̓ οὗ φθορὰ μεγίστη κατέσχε τὴν Αἴγυπτον. ηʹ Βιηνεχὴς υἱὸς ἔτη κςʹ. Ὁμοῦ ἔτη σνγʹ. Τὰ τῆς πρώτης δυναστείας οὕτω πως καὶ Εὐσέβιος ὡς ὁ Ἀφρικανὸς ἐξέθετο.