Ancient Greek · ~5 min
Dfhg-Source dfhg2_MANETHO_SEBENNYTA
MANETHO SEBENNYTA, Fragmenta 7
Not analysed yet
Περὶ τῶν [μετὰ τὸν κατακλυσμὸν] Αἰγυπτίων δυναστειῶν, ὡς Εὐσέβιος. Μετὰ νέκυας καὶ τοὺς ἡμιθέους πρώτην δυναστείαν καταριθμοῦσι βασιλέων ὀκτώ· ὧν γέγονε Μήνης, ὃς διασήμως αὐτῶν ἡγήσατο. Ἀφ ̓ οὗ τοὺς ἐξ ἑκάστου γένους βασιλεύσαντας ἀναγράψομεν ὧν (vgo ἀναγραψαμένων) ἡ διαδοχὴ τοῦτον ἔχει τὸν τρόπον· αʹ Μήνης Θιωίτης καὶ οἱ τούτου ἀπόγονοι ιζʹ (ἐν ἄλλῳ δὲ ζʹ), ὃν Ἡρόδοτος (II, 4) Μῆνα ὠνόμασεν, ἐβασιλευσεν ἔτεσιν ξʹ (30 in Latinis). Οὗτος ὑπερόριον στρατείαν ἐποιήσατο καὶ ἔνδοξος ἐκρίθη, ὑπὸ [ἵπου (ἵππου B. ,Ἴσπου Goar.)] δὲ ἱπποποτάμου ἡρπάσθη. βʹ Ἄθωθις ὁ τούτου υἱὸς ἦρξεν ἔτεσιν κζʹ, καὶ τὰ ἐν Μέμφει βασίλεια ᾠκοδόμησεν, ἰατρικήν τε ἐξήσκησε καὶ βίβλους ἀνατομικὰς συνέγραψε. γʹ Κενκένης ὁ τούτου υἱὸς ἔτη λθʹ. δʹ Οὐενέφης (Οὐεννέφης B.) ἔτη μβʹ· ἐφ ̓ οὗ λιμὸς κατέσχε τὴν χώραν, ὃς καὶ τὰς πυραμίδας τὰς περὶ Κωχώμην [Κωχώνην Goar, Cho oppidum (Χὼ κώμην) Euseb. Arm.] εʹ Οὐσαφαὴς (Οὐασαφαὶς B.) ἔτη κʹ. ςʹ Νιεβαὴς (Νιεβαὶς Β. ,Νιεβὲς Goar.) ἔτη κςʹ. ζʹ Σεμέμψης (Σεμένψης Goar.) ἔτη ιηʹ· ἐφ ̓ οὗ παλλὰ παράσημα ἐγένετο καὶ μεγίστη φθορά. ηʹ Οὐβιένθης ἔτη κςʹ. Οἱ πάντες ἐβασίλευσαν ἔτη σνβʹ (ex allatis numeris conflatur summa an. 258, quam apponit Samuelis p. 20 ed. Mai).