Ancient Greek
Dfhg-Source dfhg2_MANETHO_SEBENNYTA
MANETHO SEBENNYTA, Fragmenta 8
Not analysed yet
Δευτέρα δυναστεία Θινιτῶν βασιλέων ἐννέα, ὧν πρῶτος Βοηθὸς ἔτη ληʹ. Ἐφ ̓ οὗ χάσμα κατὰ Βούβαστον ἐγένετο καὶ ἀπώλοντο πολλοί. βʹ Καιέχως, ἔτη λθʹ. Ἐφ ̓ οὗ οἱ βόες Ἆπις ἐν Μέμφει καὶ Μνεῦις ἐν Ἡλιουπόλει καὶ ὁ Μενδήσιος τράγος ἐνομίσθησαν εἶναι θεοί. γʹ Βίνωθρις, ἔτη μζʹ. Ἐφ ̓ οὗ ἐκρίθη τὰς γυναῖκας βασιλείας γέρας ἔχειν. δʹ Τλὰς, ἔτη ιζʹ. εʹ Σεθένης, ἔτη μαʹ. ςʹ Καίρης, ἔτη ιζʹ. ζʹ Νεφερχέρης, ἔτη κεʹ. Ἐφ ̓ οὗ μυθεύεται τὸν Νεῖλον μέλιτι κεκραμένον ἡμέρας ἕνδεκα ῥυῆναι. ηʹ. Σέσωχρις ἔτη μηʹ, ὃς ὕψος εἶχε πηχῶν εʹ, [παλαιστῶν] γʹ. θʹ. Χενεφρὴς, ἔτη λʹ. Ὁμοῦ ἔτη τβʹ. Ὁμοῦ πρώτης καὶ δευτέρας δυναστείας μετὰ τὸν κατακλυσμὸν ἔτη φνε' κατὰ τὴν δευτέραν ἔκδοσιν Ἀφρικανοῦ.