Ancient Greek
Dfhg-Source dfhg2_MANETHO_SEBENNYTA
MANETHO SEBENNYTA, Fragmenta 9
Not analysed yet
Δευτέρα δυναστεία βασιλέων ἐννέα. Πρῶτος Βῶχος, ἐφ ̓ οὗ χάσμα κατὰ Βούβαστον ἐγένετο, καὶ πολλοὶ ἀπώλοντο. Μεθ ̓ ὃν καὶ δεύτερος Χώος (scr. μεθ ̓ ὃν δεύτερος Καιχῶος s. Καιέχως), ὅτε καὶ ὁ Ἆπις καὶ ὁ Μνεῦις, ἀλλὰ καὶ ὁ Μενδήσιος τράγος θεοὶ ἐνομίσθησαν. γʹ. Βιόφις, ἐφ ̓ οὗ ἐκρίθη καὶ τὰς γυναῖκας, βασιλείας γέρας ἔχειν. Καὶ μετὰ τούτους ἄλλοι τρεῖς, ἐφ ̓ ὧν οὐδὲν παράσημον ἐγένετο. ζʹ. Ἐπὶ δὲ τοῦ ἑβδόμου μυθεύεται τὸν Νεῖλον μέλιτι κεκραμένον ἡμέραις ἕνδεκα ῥυῆναι. ηʹ. Μεθ ̓ ὃν Σέσωχρις μηʹ, ὃς λέγεται γεγονέναι ὕψος ἔχων πηχῶν εʹ, παλαιστῶν γʹ τὸ μέγεθος [πλάτος m.] . θʹ. Ἐπὶ δὲ τοῦ θ' οὐδὲν ἀξιομνημόνευτον ὑπῆρχεν. Οἲ καὶ ἐβασίλευσαν ἔτη ͵σϟζʹ. Ὁμοῦ πρώτης καὶ δευτέρας δυναστείας ἔτη φμθ' κατὰ τὴν ἔκδοσιν Εὐσεβίου.