Ancient Greek · ~4 min
Dfhg-Source dfhg2_MANETHO_SEBENNYTA
MANETHO SEBENNYTA, Fragmenta 81
Not analysed yet
Τὴν Ἶσιν φασὶ καὶ τὸν Ὄσιριν τὸν ἥλιον καὶ τὴν σελήνην εἶναι, καὶ Δία μὲν τὸ διὰ πάντων χωροῦν πνεῦμα, Ἥφαιστον δὲ τὸ πῦρ, τὴν δὲ γῆν Δήμητραν ἐπονομάσαι· Ὠκεανόν τε τὸ ὑγρὸν νομίζεσθαι παρ ̓ Αἰγυπτίοις καὶ παρ ̓ αὐτοῖς ποταμὸν Νεῖλον, ᾧ καὶ τὰς τῶν θεῶν ἀναθεῖναι γενέσεις· τὸν δὲ ἀέρα φασὶν αὐτοὺς προσαγορεύειν Ἀθηνᾶν. Τούτους δὲ τοὺς πέντε θεοὺς, τὸν Ἀέρα λέγω καὶ τὸ Ὕδωρ τό τε Πῦρ καὶ τὴν Γῆν καὶ τὸ Πνεῦμα, πᾶσαν τὴν οἰκουμένην ἐπιπορεύεσθαι, ἄλλοτε ἄλλως εἰς μορφὰς καὶ ἰδέας ἀνθρώπων τε καὶ παντοίων ζῴων σχηματιζομένους· καὶ τούτων ὁμωνύμως παρ ̓ αὐτοῖς Αἰγυπτίοις γεγονέναι θνητοὺς ἀνθρώπους, Ἥλιον καὶ κρόνον καὶ Ῥέαν, ἔτι δὲ καὶ Δία καὶ Ἥραν καὶ Ἥφαιστον καὶ Ἑστίαν ἐπονομασθέντας. Γράφει δὲ καὶ τὰ περὶ τούτων πλατύτερον μὲν ὁ Μάνεθως (sic.) ,ἐπιτετμημένως δὲ ὁ Διόδωρος (Sequitur locus Diodori I, II sqq.)