Ancient Greek
82 to 83
MANETHO SEBENNYTA, Fragmenta 82-83
Not analysed yet
Ἰστέον δὲ, ὡς ὁ Μανέθων (sic) ἐν τῷ Περὶ ἑορτῶν λέγει τὴν ἡλιακὴν ἔκλειψιν πονηρὰν ἐπήρειαν ἀνθρώποις ἐπιφέρειν περὶ τῆς τὴν κενὴν (περὶ τὸν κενεῶνα corr. Schow.) καὶ τὸν στόμαχον. Κατέλυσε δὲ καὶ ἐν Ἡλίου (Εἰληθυίας correx. Fruin.) πόλει τῆς Αἰγύπτου τὸν τῆς ἀνθρωποκτονίας νόμον Ἄμωσις, ὡς μαρτυρεῖ Μανεθὼς ἐν τῷ Περὶ ἀρχαϊσμοῦ καὶ εὐσεβείας. Ἐθύοντο δὲ τῇ Ἥρᾳ· καὶ ἐδοκιμάζοντο καθάπερ οἱ ζητούμενοι καθαροὶ μόσχοι καὶ συσφραγιζόμενοι· ἐθύοντο δὲ τῆς ἡμέρας τρεῖς, ἀνθ ̓ ὧν κηρίνους ἐκέλευσεν ὁ Ἄμωσις τοὺς ἴσους ἀποτίθεδθαι.