Ancient Greek
226.2.1
Marcellinus, Vita Thucydidis 226.2.1
Unproofread scanNot analysed yet
(54) Φαίνεται δ’ ἐπὶ τῶν Ἡροδότου χρόνων γενόμενος, εἰ γ’ ὁ μὲν Ἡρόδοτος μέμνηται τῆς Θηβαίων εἰσβολῆς εἰς τὴν Πλάταιαν, περὶ ἧς ἱστορεῖ Θουκυδίδης ἐν τῇ β’. λέγεται δὲ τι καὶ τοιοῦτον, ὅτι ποτὲ τοῦ Ἡροδότου τὰς ἰδίας ἱστορίας ἐπιδικνυμένου παρὼν τῇ ἀκροάσει Θουκυδίδης καὶ ἀκούσας, ἐδάκρυσεν· ἔπειτα φασὶ τὸν Ἡρόδοτον τοῦτο θεασάμενον εἰπεῖν αὐτὸν πρὸς τὸν πατέρα τὸν Ὀλορον ,,ὦ Ὀλορε, ὄργῃ ἡ φύσις τοῦ υἱοῦ σου πρὸς μαθήματα. “(55) ἐτελεύτησε δ’ ἐν τῇ Θράκῃ· καὶ οἱ μὲν λέγουσιν ὅτι ἐκεῖ ἐτάφη, ἄλλοι δὲ λέγουσιν ὅτι ἐν ταῖς Ἀθήναις ἦν ἐχθη αὐτοῦ τὰ ὀστᾶ κρύφα