Ancient Greek
227.1.1
Marcellinus, Vita Thucydidis 227.1.1
Unproofread scanNot analysed yet
παρὰ τῶν συγγενῶν καὶ οὕτως ἐτάφη. οὐ γὰρ ἐξῆν φανερῶς θάπτειν ἐν Ἀθήναις τὸν ἐπὶ προδοσίᾳ φεύγοντα. ἔστι δ᾿ αὐτοῦ τάφος πλησίον τῶν πυλῶν ἐν χωρίῳ τῆς Ἀττικῆς ὁ Κοίλη καλεῖται, καθά φησιν Ἀντυλλος, ἀξιόπιστος ἀνὴρ μαρτυρῆσαι καὶ ἱστορίαν γνῶναι καὶ διδάξαι δεινός. καὶ 340 στήλη δέ, φησίν, ἕστηκεν ἐν τῇ Κοιλῇ „Θουκυδίδης [Ὀλόρου] Ἀλμούνσιος“ ἔχουσα ἐπίγραμμα. τινὲς δὲ προσέθηκαν καὶ τὸ „ἐνθάδε κεῖται. “ἀλλὰ λέγομεν ὅτι νοουμένων ἐστι τοῦτο καὶ προσυπακουόμενον· οὐδὲ γὰρ ἔκειτο ἐν τῷ ἐπιγράμματι. (56) ἔστι δὲ τὴν ἰδέαν καὶ τὸν χαρακτῆρα μεγαλοπρεπής, ὡς 45 μηδ᾿ ἐν τοῖς οἴκτοις ἀφίστασθαι τοῦ μεγαλοπρεποῦς, ἐμβριθὴς τὴν φρόσιν, ἀσαφὴς τὴν διάνοιαν διὰ τὸ ὑπερβατοῖς χαίρειν, ὀλίγοις ὀνόμασι πολλὰ πράγματα δηλῶν καὶ ποιμιλώτατος μὲν ἐν τοῖς τῆς λέξεως σχήμασι, κατὰ δὲ τὴν διάνοιαν τοῖναντίον ἀσχημάτιστος· οὔτε γὰρ εἰρωνείαις οὐτ᾿ 50 ἐπιτιμήσεσιν οὔτε ταῖς ἐκ πλάγιον ῥήσεσιν οὐτ᾿ ἄλλαις τισὶ πανουργίαις πρὸς τὸν ἀκροατὴν κέχρηται, τοῦ Δημοσθένους μάλιστα ἐν τούτοις ἐπιδεικνυμένου τὴν δεινότητα. οἶμαι δ᾿ οὐκ ἀγνοίᾳ σχηματισμοῦ τοῦ κατὰ διάνοιαν παρεῖναι τὸν Θουκυδίδην τὸ τοιοῦτον, ἀλλὰ τοῖς ὑποκειμένοις προσώποις 55 πρέποντας καὶ ἀρμόζοντας συντιθέντα τοὺς λόγους· οὐ γὰρ ἔπρεπε Περικλεῖ καὶ Ἀρχιδάμῳ καὶ Νικίᾳ καὶ Βρασίδᾳ, ἀνδράσιν μεγαλόφροσι καὶ γενναίοις καὶ ἡρωικὴν ἔχουσι δόξαν, λόγους εἰρωνείας καὶ πανουργίας περιτιθέναι ὡς μὴ παρορσίαν ἔχουσι φανερῶς ἐλέγχειν καὶ ἀντικρὺς μέμφοσθαι 60 καὶ ὅτιοὖν βούλονται λέγειν. διὰ τοῦτο τὸ ἄπλαστον καὶ ἀνθρωποποίητον ἐπετήδευσε, σῶζων κἂν τούτοις τὸ προσῆκον καὶ τῇ τέχνῃ δοκοῦν· τεχνίτου γὰρ ἀνδρὸς φυλάξαι τοῖς προσώποις τὴν ἐπιβάλλουσαν δόξαν καὶ τοῖς πράγμασι τὸν ἀκόλουθον κόσμον. (57) ἰστέον δ᾿ ὅτι τὴν πραγματείαν 65 αὐτοῦ οἱ μὲν κατέτεμον εἰς ιγ᾿ ἱστορίας, ἄλλοι δ᾿ ἄλλως· ὅμως δ᾿ ἡ πλεῖστη καὶ ἡ κοινὴ κεκράτηκε, τὸ μέχρι τῶν ἡ διηρῆσθαι τὴν πραγματείαν, ὡς καὶ ἐπέκρινεν ὁ Ἀσκληπιάδης.