Ancient Greek · ~2 min
Fragment 27
Marcellus Ancyranus, Fragmenta 27
Not analysed yet
Re 22 οὐκοῦν ἐπειδήπερ περὶ τῶν προαγόντων εἰρήκαμεν ,ἀκόλουθόν ἐστιν καὶ τὸ λεῖπον ἀναπληρῶσαι. λείπει δὲ τὸ κατὰ τὰ ὄρη καὶ τοὺς βου- νούς. »πρὸ« γὰρ »τοῦ ὄρη ἑδρασθῆναι« φησὶν »πρὸ δὲ πάντων τῶν βουνῶν γεννᾷ μέ«. ὅρη καὶ βουνοὺς τοὺς ἀποστόλους καὶ τοὺς τῶν ἀποστόλων διαδόχους λέγει, ἵνα παρὰ τοὺς ἄλλους ἀνθρώπους τὴν κατ’ αὐτῶν δικαίαν πολιτείαν παροιμιωδῶς σημήνῃ