Ancient Greek · ~2 min
Fragment 28
Marcellus Ancyranus, Fragmenta 28
Not analysed yet
Re 23 διὰ τοῦτο τοίνυν δοκεῖ μοι καλῶς ἔχειν ἔτι περὶ ὣν μηδέπω πρότερον διῆλθον νυνὶ διελθεῖν. τὰ γὰρ πλεῖστα τῶν ὑπ’ αὐτοῦ γραφέντων ἐκ τῶν ἤδη προειρημένων ἧμίν γέγονεν δῆλα. »ἐκ γαστρὸς« φησὶν φησὶν »πρὸ ἑωσφόρου ἐξεγέννησά σε«. ᾤετο γὰρ πάντως που τὴν ἐξ πρόθεσιν κλαπεῖσαν συνδραμεῖσθαι τῇ τῆς αἱρέσεως γνώμῃ. διὸ τὸ κυριώτατον τῆς συλλαβῆς ἐξελὼν τὴν ἀρχαίαν αὐτοῦ ἀναγέννησιν σημῆναι ἐβουλήθη.