Ancient Greek · ~2 min
Fragment 34
Marcellus Ancyranus, Fragmenta 34
Not analysed yet
Re 29 ὑπομνήσω δέ σε ὧν αὐτὸς γέγραφεν συνιστάμενος τοῖς κακῶς ὑπὸ Εὐσεβίου γραφεῖσιν, ἳνα γνῷς ὅτι ἀφίσταται σαφῶς τῆς προτέρας ἐπαγγελίας. γέγραφεν γάρ αὐταῖς λέξεσιν οὕτως· τὸ γάρ κεφάλαιον εἶναι τῆς ἐπιστολῆς ἐπὶ τὴν βουλὴν τοῦ πατρὸς ἀνενεγκεῖν τοῦ υἱοῦ τὴν γένεσιν, καὶ μὴ πόθος ἀποφῆναι τοῦ θεοῦ τὴν γονήν. ὅπερ οἱ σοφώτατοι τῶν πατέρων ἐν τοῖς οἰκείοις συντάγμασιν ἀπεφήναντο, φυλαξάμενοι τῶν αἱρετικῶν τὴν ἀσέβειαν, οἱ σωματικήν τινα καὶ παθητικὴν κατεψεύσαντο τοῦ θεοῦ τὴν τεκνογονίαν, τὰς προβολὰς δογματίζοντες.