Ancient Greek · ~1 min
Fragment 35
Marcellus Ancyranus, Fragmenta 35
Not analysed yet
Re 30 ὥστε συνηγορῆσαι Εὐσεβίῳ κακῶς γράψαντι βουλόμενος Ἀστέριος, φύσεως τε πατρὸς καὶ φύσεως ἀ]γεννητοῦ μνημονεύσας, αὐτὸς ἑαυτοῦ κατήγορος γέγονεν. πολὺ γὰρ βέλτιον ἦν τὸ βάθος τοῦ νοήματος Εὐσεβίου, ὡς αὐτὸς γέγραφεν, ἐν βραχυλογίᾳ κείμενον ἀνεξέταστον καταλιπεῖν, ἢ τοιαύτῃ θεωρίᾳ χρησάμενον τὸ πανοῦργον τοῦ γράμματος εἰς φῶς ἀγαγεῖν.