Ancient Greek · ~3 min
Fragment 60
Marcellus Ancyranus, Fragmenta 60
Not analysed yet
Re 54 πρὸ γὰρ τοῦ τὸν κόσμον εἶναι ἦν ὁ λόγος ἐν τῷ πατρί ὅτε δὲ ὁ παντοκράτωρ θεὸς πάντα τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ποιῆσαι προέθετο, ἐνεργείας ἧ τοῦ κόσμοι· γένεσις ἐδεῖτο δραστικῆς· καὶ διὰ τοῦτο, μηδενὸς ὄντος ἑτέρου πλῆν θεοῦ Πάντα γὰρ ὁμολογεῖται ὑπ’ αὐτοῦ γεγενῆσθαι) ,τότε ὁ λόγος προελθὼν ἐγίνετο τοῦ κόσμου ποιητής, ὁ καὶ πρότερον ἔνδον νοητῶς ἑτοιμάζων αὐτόν, ὅς διδάσκει ἧμάς ὁ προφήτης Σολομὼν »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανὸν λέγων »συμπαρήμην αὐτῷ« καὶ »ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ’ οὐρανόν, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ’ αὐτῷ ἁρμόζουσα· ἐγὼ ἥμην ᾗ προσέχαιρεν«. ἔχαιρεν γὰρ εἰκότως ὁ πατὴρ μετὰ σοφίας καὶ δυνάμεως διὰ τοῦ λόγου πάντα ποιῶν.