Ancient Greek · ~3 min
Fragment 61
Marcellus Ancyranus, Fragmenta 61
Not analysed yet
Re 55 ὥσπερ γάρ τὰ γεγονότα πάντα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου γέγονεν, οὕτω καὶ τά λεγόμενα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου σημαίνεται. διὰ τοῦτο γάρ καὶ ὁ ἁγιώτατος Μώσης ἄγγελον ἐνταῦθα ὀνομάζει τὸν λόγον ,ὅτι δι’ οὐδὲν ἓτερον ἐφάνη, ἀλλ’ ἵνα ἀναγγείλῃ τῴ Μωσεῖ ταῦτα ἅπερ λυσιτελεῖν τοῖς υἱοῖς ᾿Ισραὴλ ἠπίστατο· ἠπίστατο δὲ λυσιτελεῖν ἵνα θεὸν εἶναι νομίζειν. διὸ καὶ πρὸς αὐτὸν ἐγὼ εἰμι ὁ ὢν« ἔφη, ἵνα μηδένα ἐκτὸς ἑαυτοῦ ἓτερον θεὸν εἶναι διδάξῃ. τοῦτο δὲ ῥᾴδιον ,οἶμαι, τοῖς εὖ φρονοῦσιν καὶ ἀπὸ μικροῦ τινος καὶ τὰ. πεινοῦ καθ’ ἡμὰς παραδείγματος γνῶναι. οὐδὲ γὰρ τὸν τοῦ ἀνθρώπου λόγον δυνάμει καὶ ὑποστάσει χωρίσαι τινὶ δυνατόν· ἓν γάρ ἐστιν καὶ ταὐτὸν τῴ ἀνθρώπῳ ὁ λόγος, καὶ οὐδενὶ χωριζόμενος ἑτέρω ἧ μόνῃ τῇ τῆς πράξεως ἐνεργείᾳ.