Ancient Greek · ~2 min
Fragment 63
Marcellus Ancyranus, Fragmenta 63
Not analysed yet
Re 57 τίνα τοίνυν τὸν »ἐγώ εἰμι ὁ ’κ λέγοντα Ἀστέριος εἶναι οἴεται τὸν υἱὸν ἢ τὸν πατέρα; δύο γὰρ ὑποστάσεις, εἰς τὴν ἀνθρωπίνην ᾦ ὁ τοῦ θεοῦ λόγος ἀνείληφεν σάρκα ἀφορῶν καὶ δι’ αὐτὴν οὕτω φανταζόμενος, πατρός τε καὶ υἱοῦ ἔφησεν εἶναι, οὕτω τὸν υἱὸν τοῦ θεοῦ χωρίζων τοῦ πατρὸς, ὡς καὶ υἱὸν ἀνθρώπου χωρίσειεν ἄν τις τοῦ κατά φύσιν πατρός.