Ancient Greek
Fragment 62
Marcellus Ancyranus, Fragmenta 62
Not analysed yet
Re 56 ἐνταῦθα »ἐγώ εἰμι ὁ ὢν« λέγει μὲν τῴ Μωσεῖ ὁ πατὴρ, λέγει δὲ δηλονότι διὰ τοῦ λόγου. πάντα γὰρ ὅσα ἂν ὁ πατὴρ λέγῃ, ταῦτα πανταχοῦ διά τοῦ λόγου λέγων φαίνεται τοῦτο δὲ δῆλον ἐστιν καὶ ἀφ’ ἡμῶν αἰτῶν, ὅσα μικρὰ τοῖς μεγάλοις καὶ θείοις ἀπεικάσαι· καὶ ἡμεῖς γὰρ πάντα ὅσα ἂν θέλωμεν κατὰ τὸ δυνατὸν λέγειν τε καὶ ποιεῖν τῷ ἡμετέρῳ ποιοῦμεν λόγῳ.