Ancient Greek · ~7 min
Fragment 73
Marcellus Ancyranus, Fragmenta 73
Not analysed yet
Re 64 εἰ οὖν αὐτὸς λέγει ταῦτα ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἣκω«, καὶ αὖθις καὶ ὁ λόγος, ὃν ἀκούετε, οὐκ ἔστιν ἐμὸς, ἀλλὰ τοῦ πέμψαντός με πατρός« καὶ »πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμὰ ἐστιν«, δῆλον ὅτι εἰκότως κἀκεῖνο ἔλεγεν ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τῷ πατρία ἵνα ἐν θεῷ μὲν ᾗ ὁ λόγος ὁ τοῦτο λέγων ἐν δὲ τῷ λόγῳ ὁ πατήρ, ὅτι δύναμις τοῦ πατρὸς ὁ λόγος. »θεοῦ« γὰρ αὐτὸν »δύναμιν καὶ θεοῦ σοφίαν« ἀξιόπιστος εἴρηκεν μάρτυς. οὐ διὰ τὴν ἐν ἅπασί οὑν λόγοις τε ἰαὶ ἔργοις ἀκριβῆ συμφωνίαν, ὡς Ἀστέριος ἔφη, ὁ σωτῆρ’ λέγει »ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμεν«, ἀλλά διότι ἀδύνατόν ἐστιν, ἧ λόγον θεοῦ ἧ θεὸν τοῦ ἑαυτοῦ μερίζεσθαι λόγου. ἐπεὶ εἰ διὰ τὴν ἐν ἃπασιν συμφωνίαν τοῦτο εἰρηκέναι τὸν σωτῆρα Ἀστέριος οἴεται, καὶ μὴ τῇ δευτέρᾳ οἰκονομίᾳ προσέχων τἀληθὲς μανθάνειν ἐθέλει, ἀναγκαῖόν ἐστιν ὑπομνῆσαι αὐτόν, πῶς ἐνίοτε τὸ] κατὰ τὸ σὴν] φαινόμενον ἀσυμφωνίαν ἔστιν ἰδεῖν. οὕτω γὰρ ἧμάς ἆ ῥητά διδάσκει. ποία γὰρ ἐν καιρῷ τοῦ πάθους συμφωνία τοῦτο λέγοντος »πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο«, ἐπιφέροντος δὲ κἀκεῖνο »πλὴν μῆ ὡς ἐγὼ ἀλλ᾿ ἀλλ’ ὡς σύ«. οὐ συμφωνοῦντος γάρ ἦν πρῶτον μὲν τὸ λέγειν »παρελθέτω τὸ ποτήριον τοῦτο«· οὐδὲν δὲ ἐχόμενον συμφωνίας καὶ τὸ ἐπιφερόμενον εἶναι δοκεῖ, λέγει γὰρ »μὴ τὸ ἐμὸν ἀλλὰ τὸ σὸν γενέσθω, πάτερ, θέλημα«. ἀκούεις ὅπως ἀσυμφωνίαν κατά τὸ φαινόμενον δηλοῖ τὸ γράμμα, τοῖ μὲν θέλον. τος. 〈τοῦ δὲ μὴ θέλοντος〉 ὅτι μὲν γὰρ ἐβούλετο ὁ πατὴρ δῆλον ἀφ’ ὦν ὃ ἐβούλετο γέγονεν· ὅτι δὲ οὐκ ἐβούλετο ὁ υἱὸς δῆλον δι’ ὃν παραιτεῖται Λαὶ αὖθις οὐ ζητῶ‘ φησὶν τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῖ· πέμψαντός με πατρός· . πῶς οὔ διὰ τῆν’ ἐν ἅπασιν συμφωνίαν ίαν τὸν σωτῆρα εἰρηκέναι φησὶν ἐγὼ καὶ ὁ πατὴρ ἵν ἐσμεν«.