Ancient Greek · ~11 min
Fragment 74
Marcellus Ancyranus, Fragmenta 74
Not analysed yet
Re 65 πῶς συμφωνίαν ἔχειν πρὸς τὸν πατέρα ὁ υἱὸς δύναται ἢ ὁ πατὴρ πρὸς τὸν υἱόν, τοῦ υἱοῦ »πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμὰ ἐστιν« λέγοντος; ἄντικρυς γὰρ πλεονεκτοῦντος ἦν τοῦ υἱοῦ τὸν πατέρα τὸ λέγειν »πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν «. τούτου γὰρ χάριν, παρεὶς τὸ πάντα ὅσα ἔχει ὁ πατὴρ κοινά ἐστιν εἰπεῖν, πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν‘‘ ἔφη. καίτοι οὐκ ἢν ἴδιον τοῦ συμφωνοῦντος οὕτω λέγειν, ἀλλά· πάντα ὅσα ἔχει ὁ πατὴρ κοινὰ ἐστιν. εἰ γὰρ αἱ τῶν ἀποστόλων Πραξεῖς τήν τῶν τηνικαῦτα προσιόντων τῇ πίστει συμφωνίαν ἐπαινοῦσαι πάντα ἦν αὐτοῖς κοινὰ« ἔφασαν, καὶ ἐπ’ ἀνθρώπων τῶν συμφωνεῖν δυναμένων κοινὰ εἶναι πάντα νομίζειν ὀφείλει, πόσῳ μᾶλλον ἔδει τὸν πατέρα καὶ τὸν υἱὸν κοινωνίας μετέχειν, εἰς δύο ὑποστάσεις διῃρημένους; νυνὶ δὲ ἐν μὲν τῷ λέγειν »πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν« πλεονεκτῶν ὁ υἱὸς τὸν πατέρα φαίνεται· ἐν δὲ τῷ φάσκειν μηδὲ τοῦ ἑαυτοῦ λόγου κύριον εἶναι, ἀλλὰ καὶ τούτου τὸν πατέρα »ὁ« γὰρ »λόγος ὃν ἀκούετε« φησὶν οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με πατρός«), ἀφαιρεῖσθαι τὸν πατέρα τὰ ἴδια τοῖ· παιδὸς δείκνυσιν. ἑκάτερα δὲ κατά τὴν Ἀστερίου οἴησιν οὐκ ἀκολούθως εἰρημένα φαίνεται ἔδει γάρ τὸν συμφωνοῦντα μὴ τὰ <τῷ> ἑτέρῳ προσόντα παρασπᾶσθαι γὰρ τοῦτό γε, ἀλλὰ τὰ ἑκατέρῳ προσόντα κοινὰ εἶναι νομίζειν. ὥστε ὅταν μὲν εἰς τῆν’ ἀνθρωπίνην ἀποβλέπωμεν σάρκα, οἴα ὥσπερ Ἀστέριος γέγραφεν, οὕτως εὑρήσομεν εἰρηκότα τὸν σωτῆρα »ἐγὼ καὶ ὁ πατὴρ ἵν ἐσμεν«, οὐ γάρ διὰ τὴν ἐν ἅπασιν λόγοις τε καὶ ἔργοις ἀκριβῆ συμφωνίαν ,ὡς αὐτὸς γέγραφεν, ὁ σωτὴρ εἴρηκεν ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμεν«. εἰ γὰρ τοῦτ’ ἦν, πάντως ἂν ἔφη· ἐγὼ καὶ ὁ πατὴρ ἐν ἅπασιν πρὸς ἀλλήλους συμφωνοῦμεν. νυνὶ δὲ »ἐγὼ καὶ ὁ πατὴρ ἵν ἐσμεν« ἔφη. οὐκοῦν εἰ ἐν ἐκείνοις ἀσυμφωνία τις ἥν, ἀνάγκη δὲ τὸν δεσπότην ἀληθεύειν, τὸν σωτῆρα ἀκριβῶς εἰδέναι προσήκει, ὅτι ἡνίκα ἂν »ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμεν« λέγῃ, τηνικαῦτα οὐκ εἰς τὸν ἄνθρωπον ὂν ἀνείληφεν ἀποβλέπων τοῦτό φησιν, ἀλλ’ εἰς τὸν ἐκ τοῦ πατρὸς προελθόντα λόγον. εἰ γάρ τις ἀσυμφωνία εἶναι δοκοίη, αὕτη ἀναφέρεσθαι εἰς τὴν τῆς σαρκὸς ἀσθένειαν ὀφείλει, ἣν μὴ πρότερον ἔχων ἀνείληφεν ὁ λόγος. εἰ δὲ ἑνότης λέγοιτο, αὕτη τῷ λόγῳ διαφέρουσα φαίνεται. ὅθεν οὐ μόνον τὸ »ἐγὼ καὶ ὁ πατὴρ ἵν ἐσμεν« εἰκότως ἔφη, ἀλλὰ κἀκεῖνο· »τοσούτῳ χρόνῳ μεθ’ ὑμῶν εἰμί, Φίλιππε, καὶ λέγεις· δεῖξόν μοι τὸν πατέρα«, δῆλον ὅτι οὐ τούτοις τοῖς ὀφθαλμοῖς ἀλλὰ τοῖς νοητοῖς τὰ νοητὰ ὁρᾶν δυναμένοις. ἀόρατος γὰρ τοῖς τῆς σαρκὸς ὄμμασιν ὅ τε πατὴρ ὑπάρχει καὶ ὁ τούτου λόγος. οὐ διὰ τὴν ἐν ἅπασιν οὑν συμφωνίαν τοῦτ’ ἔφη πρὸς Φίλιππον.