Ancient Greek · ~1 min
Fragment 79
Marcellus Ancyranus, Fragmenta 79
Not analysed yet
Re 69 πῶς οὖν ὁ ἱερὸς προφήτης ῾Ιερεμίας οὐ φανερῶς αὐτὸν ἑτεροδιδασκαλοῦντα ἐλέγξει; τὰ γάρ κατὰ τὸν σωτῆρα ἡμῖν προφητεύων οὕτως ἔφη »οὗτος ὁ θεὸς 〈ἡμῶν〉, οὐ λογισθήσεται ἓτερος πρὸς αὐτὸν. ἐξεῦρεν πᾶσαν ὀδὸν ἐπιστήμης, καὶ ἔδωκεν ᾿Ιακὼβ τῴ παιδὶ αὐτοῦ καὶ ᾿Ισραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ. μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη«.