Ancient Greek · ~7 min
Fragment 78
Marcellus Ancyranus, Fragmenta 78
Not analysed yet
Re 68 ὅτι δὲ τὴν μονάδα κύριον καὶ θεὸν οἶδεν καλεῖν ἧ θεία γραφή, ἡδῆ καὶ ἐκ τῶν προειρημένων δῆλον γέγονεν ,δι’ ὧν πρὸς τὸν ἑαυτοῦ θεράποντα Μωσέα ὁ θεὸς ἔφη εἶπεν δὲ ὁ θεὸς πόλιν πρὸς Μωσέα· οὕτως ἐρεῖς τοῖς υἱοῖς ᾿Ισραήλ· κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν ,ὁ θεὸς ᾿Αβραὰμ καὶ ὁ θεὸς ᾿Ισαὰκ καὶ ὁ θεὸς ᾿Ιακώβ, ἀπέσταλκέν με πρὸς ὑμᾶς«. ὁρῷς ὅπως ἒν ἐπιδεικνὺς ἡμῖν ἐνταῦθα πρόσωπον τὸ αὐτὸ κύριον καὶ θεὸν προσαγορεύει. αὖθίς τε ὁμοίως ἧ γραφὴ λέγει »καὶ ἐλάλησεν κύριος πάντας τοὺς λόγους τούτους λέγων· ἐγὼ κύριος ὁ θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. οὐκ ἔσονται σοι θεοὶ ἓτεροι πλὴν ἐμοῦ«· ἀκούεις ὅπως διὰ τῆς ἀντωνυμίας ἕνα εἶναι θεὸν μόνον ἀποφαίνεται καὶ αὔεις μικρὸν ὕστερον »ἐγώ εἰμι κύριος ὁ θεὸς σου« φησίν, ἑαυτὸν κύριον καὶ θεὸν εἶναι λέγων. τί δὲ καὶ δι’ ἑτέρας γραφῆς μανθάνομεν; »καὶ γνώσῃ σήμερον« φησὶν »καὶ οὐ διαστραφήσῃ τῇ διανοία, ὅτι κύριος ὁ θεός σου, οὗτος θεὸς ἐν τῷ οὐρανῷ 〈ἄνω〉 καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστι πλὴν αὐτοῦ‘‘ καὶ αὖθις ἐν τῷ αὐτῷ Δευτερονομίῳ »ἄκουε, ᾿Ισραήλ« φησὶν »κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν· καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης καρδίας σου καὶ ἐξ ὅλης ψυχῆς σου καὶ ἐξ ὅλης διανοίας«. καὶ πόλιν ἐν τῷ αὐτῷ »ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ· ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω· πατάξω καὶ ἰάσομαι«. πῶς οὖν Ἀστέριος ταῖς ἁγίαις γραφαῖς ἁπλῶς καὶ ἐμφόβως προσποιούμενος προσποιούμενος οὐκ ἔγνω τὸ μέρος τοῦτο λέγον »κύριος ὁ θεὸς σου, οὕτος θεὸς ἐν τῴ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ‘‘, καὶ ὅτι »εἷς ἐστιν« καὶ »πλὴν αὐτοῦ ἕτερος οὐκ ἔστιν«;