Ancient Greek · ~2 min
Fragment 82
Marcellus Ancyranus, Fragmenta 82
Not analysed yet
Re 72 διελεῖν γὰρ τὸν λόγον τοῦ θεοῦ τολμήσας καὶ ἓτερον θεὸν τὸν λόγον ὀνομάσαι, οὐσία τε καὶ δυνάμει διεστῶτα τοῦ πατρός, εἰς ὅσην βλασφημίαν ἐκπέπτωκεν ἔνεστιν σαφῶς ἀπ᾿ αὐτῶν τῶν ὐπ’ αὐτοῦ γραφέντων ῥητῶν ῥᾳδίως μανθάνειν. γέγραφεν δ’ αὐταῖς λέξεσιν οὕτως· οὑ ὒ δήπου δὲ ἡ εἰκὼν καὶ τὸ οὗ ἐστιν ἡ εἰκὼν ἔν καὶ ταὐτὸν ἐπινοεῖται, ἀλλὰ δύο μὲν οὐσίαι καὶ δύο πράγματα καὶ δύο δυνάμεις, ὡς καὶ τοσαῦται προσηγορίαι.