Ancient Greek · ~2 min
Fragment 83
Marcellus Ancyranus, Fragmenta 83
Not analysed yet
Re 73 ἀλλ’ ὁ μὲν ἀπόστολος τοιαῦτα περὶ τῆς Γαλατῶν πίστεως γράφει· Εὐσέβιος δὲ μεταφέρων τὴν ἀποστολικὴν ἔννοιαν δι’ ἢν τοῦθ’ ὁ ἀπόστολος τῆς προειρημένης αἰτίας ἕνεκα, »τέκνα μου« εἶπεν »οὓς πόλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν« ,καθήψατο Γαλατῶν ὡς μὴ ὀρθὴν ἐχόντων περὶ θεοῦ δόξαν. ὤδινεν γὰρ ἀληθῶς δριμεῖάν τινα καὶ πικρὰν ὠδῖνα, ὅτι ἠπίστατο Γαλάτας περὶ θεοσεβείας μὴ ὥσπερ ἐκεῖνος δοξάζοντας μηδὲ δύο οὐσίας τε καὶ πράγματα καὶ δυνάμεις καὶ θεοὺς λέγοντας.