Ancient Greek · ~2 min
Fragment 93
Marcellus Ancyranus, Fragmenta 93
Not analysed yet
Re 82 πώς οὖν εἰκόνα τοῦ ἀοράτου θεοῦ τὸν τοῦ θεοῦ λόγον Ἀστέριος εἶναι γέγραφεν; αἱ γὰρ εἰκόνες τούτων ὧν εἰσιν εἰκόνες καὶ ἀπόντων δεικτικαί εἰσιν, ὥστε καὶ τὸν ἀπόντα δι’ αὐτῶν φαίνεσθαι δοκεῖν. εἰ δὲ τοῦ θεοῦ ἀοράτου ὄντος ἀόρατον εἶναι καὶ τὸν λόγον συμβαίνει, πῶς εἰκὼν τοῦ ἀορά- του θεοῦ ὁ λόγος καθ’ ἑαυτὸν εἶναι δύναται, καὶ αὐτὸς ἀόρατος ὤν· ἀδύνατον γὰρ τὸ μὴ ὁρατὸν διὰ τοῦ ἀοράτου φανῆναί ποτε.