Ancient Greek · ~2 min
Fragment 94
Marcellus Ancyranus, Fragmenta 94
Not analysed yet
(Re SiJ) διὸ πανταχόθεν δῆλον εἰκόνα τοῦ ἀοράτου θεοῦ ὑπὸ τοῦ ἱεροῖ εἰρῆσθαι ἀποστόλου τὴν προσγενομένην τῷ λόγῳ σάρκα, ἵνα διὰ τοῦ ὁρατοῦ καὶ τὸ ἀόρατον φαίνηται. »εἰκὼν δὲ »ἐστὶν« φησὶν ὁ ἀπόστολος »τοὺ ἀοράτου θεοῦ«. νῦν δηλονότι, ὁπηνίκα τῆν’ κατ’ εἰκόνα τοῦ θεοῦ γενομένην ἀνείληφεν σάρκα, εἰκὼν ἀληθὴς τοῦ ἀοράτου θεοῦ γέγονεν. εἰ γάρ διὰ τῆς εἰκόνος ταύτης τὸν τοῦ θεοῦ λόγον ἠξιώθημεν γνῶναι, πιστεύειν ὀφείλομεν αὐτῷ τῷ λόγῳ διὰ τῆς εἰκόνος λέγοντι ἠῶ καὶ ὁ πατὴρ ἵν ἐσμεν«. οὔτε γὰρ τὸν λόγον οὔτε τὸν πατέρα τοῦ λόγου χωρὶς τῆς εἰκόνος ταύτης γνῶναί τινα δυνατόν.