Ancient Greek · ~4 min
Fragment 96
Marcellus Ancyranus, Fragmenta 96
Not analysed yet
Re 85 τί οὖν πρὸς ταῦτα λέξει; οὐ γὰρ οἶμαι αὐτὸν ἔχειν τι περὶ τούτου λέγειν. οὐδὲ γὰρ σαφῶς αὐτὸν καὶ ἀπαρακαλύπτως ἡγοῦμαι καὶ πρὸς ἑτέρους ὁμολογῆσαι ἄν, ὅπερ αὐτὸς ἐν τῇ ἑαυτοῦ κρύπτει διανοίᾳ, ὡς ἔστιν σαφῶς ἀφ’ ὦν γέγραφεν μανθάνειν. ἄλλος μὲν γάρ, φησίν, ἐστὶν ὁ πατὴρ ὁ γεννήσας ἐς αὑτοῦ τὸν μονογενῆ λόγον καὶ πρωτότοκον ἁπάσης κτίσεως, μόνος μόνον, τέλειος τέλειον, βασιλεὺς βασιλέα, βασιλέα, κύριον, θεὸς θεόν, οὐσίας τε καὶ βουλῆς καὶ δόξης καὶ δυνάμεως ἀπαράλλακτον ὂν εἰκόνα. ταῦτα τὰ ῥητά σαφῶς τὴν φαύλην αὐτοῦ περὶ θεότητος ἐλέγχει δόξαν. πῶς γὰρ ὁ κύριος γεννηθεὶς καὶ θεός, ὡς αὐτὸς προλαβὼν ἔφη, δύναται εἰκὼν θεοῦ εἶναι; ἓτερον γὰρ εἰκὼν θεοῦ, καὶ ἓτερον θεός. ὥστε εἰ μὲν εἰκών, οὐ κύριος οὐδὲ θεός, ἀλλ’ εἰκὼν κυρίου καὶ θεοῦ· εἰ δὲ κύριος ὄντως καὶ θεός, οὐκέτι ὁ κύριος καὶ θεὸς εἰκὼν κυρίου καὶ θεοῦ εἶναι δύναται.