Ancient Greek · ~2 min
Fragment 95
Marcellus Ancyranus, Fragmenta 95
Not analysed yet
Re 84 οὕτω γοῦν καὶ ὁ ἀπόστολός φησιν, ὥσπερ μικρῷ πρόσθεν ἔφαμεν ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών«, διά τῆς μορφῆς τοῦ δούλου τὴν ἀνθρωπίνην ἧμίν σημαίνων σάρκα ἣν ὁ δεσπότης ἡμῶν θεὸς τῇ ἑαυτοῦ διαπλάττων σοφίᾳ ποιήσωμεν ἄνθρωπον« ἔφη »κατ᾿ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν‘‘, καλῶς τὴν ἀνθρωπίνην σάρκα ὀνομάζων εἰκόνα. ᾔδει γάρ ἀκριβῶς ὅτι εἰκὼν ἔσται μικρὸν ὕστερον τοῦ ἑαυτοῦ λόγου.