Ancient Greek
ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΟΥ ΝΟΝΤΟΥ ΕΠΙΤΟΜΗ ΤΟΥ ΤΗΣ ΕΝΤΟΣ ΘΑΛΑΣΣΗΣ ΠΕΡΙΠΟΛΟΥ, ΟΝ ΕΓΡΑΨΕΝ ΕΝ ΤΡΙΣΙ ΒΙΒΑΙΟΙΣ ΜΕΝΙΠΠΟΣ ΠΕΡΓΑΜΗΝΟΣ., ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ. ΠΡΟΟΙΜΙΟΝ
Marcianus of Heraclea, Menippi periplus maris interni (epitome Marciani) 1
Not analysed yet
Οἱ τοῖς συγγράμμασι τῶν παλαιῶν ἀβασανίστως ἐντυγχάνοντες ἢ μὴ διαγινώσκειν ἐπιστάμενοι λόγου τε ἀρετὴν καὶ νοημάτων ἀκολουθίαν, πολλὴν παρέσχον, ὡς ἔοικεν, ἄδειαν τοῖς συγγράφειν ἀπλῶς καὶ ὡς ἔτυχε βουλομένοις. Τοὺς μὲν οὖν ἄλλους ἑτέροις ἐξετάζειν καταλιμπάνω, οἳ τῆς ἡμετέρας κρίσεως διʼ ἀκριβῆ παίδευσιν πλέον τοῦτο ποιεῖν ἐπίστανται οἱ δὲ τοὺς περίπλους προχείρως γράψαντες, καὶ τοὺς ἐντυγχάνοντας πείθειν ἐθέλοντες, τόπων τε προσηγορίας καὶ σταδίων ἀριθμὸν διεξιόντες, καὶ ταῦτα ἐπὶ χωρίων ἢ ἐθνῶν βαρβάρων, ὧν οὐδὲ τὰς προσηγορίας εἰπεῖν δύναιτο ἄν τις, αὐτόν μοι δοκοῦσι τὸν Βεργαῖον Ἀντιφάνη νενικηκέναι τῷ ψεύδει. Ὅσοι μὲν γὰρ μερικάς τινας ἐποιήσαντο περίπλων διηγήσεις, ὧν καὶ τὰ χωρία σαφῶς ἐγίνωσκοω, καὶ τὴν ἀναμέτρησιν τῆς θαλάττης οὐκ ἠγνόουν, καὶ πόλεις καὶ λιμένας καὶ τὰ διαστήματα τούτων καταμαθόντες, οὗτοι δοκοῦσιν ἢ πάντα ἤ τά γε πλεῖστα μετὰ τῆς ἐνδεχομένης ἀληθείας ἐγγεγραφέναι ὅσοι δὲ ἢ τοῖς ἀπαγγείλασιν ἅπερ οὐκ ἐθεάσαντο πιστεύσαντες, ἢ τοῖς συγγράψασιν ἅπερ ἀκριβῶς οὐκ ἔγνωσαν ἀκολουθήσαντες, ἐκλογάς τινας περίπλων τῆς οἰκουμένης ἐποιήσαντο, οὗτοι δῆλον ὡς οὐχ ἑαυτοὺς μόνους ἠπάτησαν, ἀλλὰ καὶ τοὺς πεισθέντας τοῖς ὑπʼ αὐτῶν συγγραφεῖσι.