Ancient Greek
ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΟΥ ΝΟΝΤΟΥ ΕΠΙΤΟΜΗ ΤΟΥ ΤΗΣ ΕΝΤΟΣ ΘΑΛΑΣΣΗΣ ΠΕΡΙΠΟΛΟΥ, ΟΝ ΕΓΡΑΨΕΝ ΕΝ ΤΡΙΣΙ ΒΙΒΑΙΟΙΣ ΜΕΝΙΠΠΟΣ ΠΕΡΓΑΜΗΝΟΣ., ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ. ΠΡΟΟΙΜΙΟΝ
Marcianus of Heraclea, Menippi periplus maris interni (epitome Marciani) 2
Not analysed yet
2. Γράφω δὲ ταῦτα πολλοῖς μὲν ἐντυχὼν περίπλοις, πολὺν δὲ περὶ τὴν τούτων εἴδησιν ἀναλώσας χρόνον. Χρὴ τοίνυν ὅσοι παιδεύσεως ἐντὸς κατέστησαν, τούτων ἐξετάζειν τὰς τοιαύτας φιλομαθίας ὡς μήτε προχείρως πιστεύειν τοῖς λεγομένοις, μήτε ἄπιστον τήν οἰκείανγνώμην ἔμπροσθεν τῆς ἐκείνων φροντίδος ποιουμένους. Τούτους δὴ ἀκριβέστερον ἐπισκοπήσομεν. Οἱ γὰρ δὴ δοκοῦντες ταῦτα μετὰ λόγων ἐξητακέναι, Τιμοσθένης ὁ Ῥόδιός ἐστιν, ἀρχικυβερνήτης τοῦ δευτέρου Πτολεμαίου γεγονὼς, καὶ μετʼ ἐκεῖνον Ἐρατοσθένης, ὃν Βῆτα ἐκάλεσαν οἱ τοῦ Μουσείου προστάντες, πρὸς δὲ τούτοις Πυθέας τε ὁ Μασσαλιώτης καὶ Ἰσίδωρος ὁ Χαρακηνὸς καὶ Σώσανδρος ὁ κυβερνήτης, τὰ κατὰ τὴν Ἰνδικὴν γράψας, Σιμμέας τε ὁ τῆς οἰκουμένης ἐνθεὶς τὸν περίπλουν· ἔτι μὴν Ἀπελλᾶς ὁ Κυρηναῖος καὶ Εὐθυμένης ὁ Μασσαλιώτης καὶ Φιλέας ὁ Ἀθηναῖος καὶ Ἀνδροσθένης ὁ Θάσιος καὶ Κλέων ὁ Σικελιώτης, Εὔδοξός τε ὁ 'Ρόδιος καὶ Ἄννων ὁ Καρχηδόνιος, οἱ μὲν μερῶν τινων, οἱ δὲ τῆς ἐντὸς πάσης θαλάττης, οἱ δὲ τῆς ἐκτὸς περίπλουν ἀναγράψαντες· οὐ μὴν ἀλλὰ καὶ Σκύλαξ ὁ Καρυανδεὺς καὶ Βωτθαῖος· οὗτοι δὲ ἑκάτεροι διὰ τῶν ἡμερησίων πλῶν, οὐ διὰ τῶν σταδίων τὰ διαστήματα τῆς θαλάσσης ἐδήλωσαν. Καὶ ἕτεροι δὲ πλείους εἰσὶν, οὓς περιττὸν οἶμαι καταριθμεῖν.