Ancient Greek
ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΟΥ ΝΟΝΤΟΥ ΕΠΙΤΟΜΗ ΤΟΥ ΤΗΣ ΕΝΤΟΣ ΘΑΛΑΣΣΗΣ ΠΕΡΙΠΟΛΟΥ, ΟΝ ΕΓΡΑΨΕΝ ΕΝ ΤΡΙΣΙ ΒΙΒΑΙΟΙΣ ΜΕΝΙΠΠΟΣ ΠΕΡΓΑΜΗΝΟΣ., ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ. ΠΡΟΟΙΜΙΟΝ
Marcianus of Heraclea, Menippi periplus maris interni (epitome Marciani) 3
Not analysed yet
3. Μετὰ δὴ τούτων τοὺς πλείστους Ἀρτεμίδωρος ὁ Ἐφέσιος γεωγράφος καὶ Στράβων, γεωγραφίαν ὁμοῦ καὶ περίπλουν συντεθεικότες, Μένιππός τε ὁ Περγαμηνὸς διάπλους γράψας, ἀκριβέστεροι δοκοῦσι πάντων τῶν προειρημένων τυγχάνειν. Περὶ ὧν διελθεῖν ἀναγκαῖον, ὡς ἂν μηδὲν ἀγνοήσαιεν οἱ περὶ τοῦτο τὸ μέρος τῆς γεωγραφίας σπουδάζοντες. Τιμοσθένης μὲν γὰρ, ἔτι τῶν πλείστων τῆς θαλάσσης ἀγνοουμένων μερῶν, τῶ Ῥωμαίους μηδέπω πολέμῳ κεκρατηκέναι τούτων, περὶ λιμένων συγγράψας βιβλία, οὐ πᾶσιν ἀκριβῶς ἐπεξῆλθε τοῖς ἔθνεσι τοῖς τῇ καθʼ ἡμᾶς παροικοῦσι θαλάττῃ. Ἀμέλει τῆς μὲν Εὐρώπης τὸ Τυρρηνικὸν πέλαγος ἀτελῶς περιέπλευσε, τὰ δὲ περὶ τὸν Ἡράκλειον πορθμὸν οὔτε τῆς καθʼ ἡμᾶς οὕτε τῆς ἔξω θαλάττης ἴσχυσε γνῶναι. Ταὐτὰ δὲ καὶ κατὰ τὴν Λιβύην πέπονθεν, ἀπὸ τῆς Καρχηδόνος πάντος τοὺς ἐπέκεινα περὶ τὸν Ἡράκλειον πορθμὸν περί τε τὴν ἔξω θάλασσαν ἀγνοήσας τόπους. Τούτων δὲ τῶν ι΄ βιβλίων ἐπιτομὴν ἐν ἐνὶ πεποίηται βιβλίῳ· εἶτʼ ἐν ἑτέρῳ πάλιν ἑωὶ τῶν καλουμένων σταδιασμῶν ἐπιδρομήν τινα συνέγραψεν. Ἐν ἅπασι δὲ τούτοις οὐδὲν τέλειον οὐδὲ σαφὲς ἀπαγγεῖλαι δεδύνηται. Ἐρατοσθένης δὲ ὁ Κυρηναῖος, οὐκ οἶδα τί παθὼν, τὸ Τιμοσθένους μετέγραψε βιβλίον, βραχέα τινὰ προσθεὶς, ὡς μηδὲ τοῦ προοιμίου τοῦ μνημονευθέντος ἀποσχέσθαι, ἀλλʼ αὐταῖς λέξεσι κἀκεῖνο τοῦ οἰκείου προθεῖναι συγγράμματος. Ὅμοια δὲ τούτοις καὶ οἱ ἄλλοι πεπόνθασιν, ἀσαφεῖς καὶ πεπλανημένας τὰς ἐκδόσεις ποιησάμενοι. Ἀρτεμίδωρος δὲ ὁ Ἐφέσιος γεωγράφος κατὰ τὴν ἑκατοστὴν ἑξακοστὴν ἐννάτην Ὀλυμπιάδα γεγονὼς, τὸ δὲ πλεῖστον μέρος τῆς ἐντὸς καὶ καθʼ ἡμᾶς τυγχανούσης θαλάττης ἐκπεριπλεύσας, θεασάμενος δὲ καὶ τὴν νῆσον τὰ Γάδειρα καὶ μέρη τινὰ τῆς ἐκτὸς θαλάττης, ἢν ὠκεανὸν καλοῦσι, τῆς μὲν ἀκριβοῦς γεωγραφίας λείπεται, τὸν δὲ περίπλουν τῆς ἐντὸς Ἡρακλείου πορθμοῦ θαλάσσης καὶ τήν ἀναμέτρησιν ταύτης μετὰ τῆς προσηκούσης ἐπιμελείας ἐν ἕνδεκα διεξῆλδε βιβλίοις, ὡς σαφέστατον καὶ ἀκριβέστατον περίπλουν τῆς καθʼ ἡμᾶς ἀναγράψαι θαλάττης. Μένιππος δὲ ὁ Περγαμηνὸς, ὃε καὶ αὐτὸς τῆς ἐντὸς θαλάττης περίπλουν ἐν τρισὶν ἤθροισε βιβλίοις, ἱστορικήν τινα καὶ γεωγραφικὴν ἐποιήσατο τὴν ἐπαγγελίαν.