Ancient Greek · ~4 min
ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΟΥ ΠΟΝΤΟΥ ΠΕΡΙΠΛΟΥΣ ΤΗΣ ΕΞΩ ΘΑΛΑΣΣΗΣ, ΕΩιΟΥ ΚΑΙ ΕΣΠΕΡΙΟΥ, ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΗι ΜΕΓΙΣΤΩΝ ΝΗΣΩΝ. ΤΩΝ ΕΙΣ ΔΥΟ ΤΟ ΠΡΟΤΕΡΟΝ., ΠΡΟΟΙΜΙΟΝ.
Marcianus of Heraclea, Periplus Maris Exteri 10
Not analysed yet
10. Τῶν μὲν οὖν ἀριστερῶν τῆς Ἀσίας μερῶν, τουτέστι τῆς τε Ἀραβίας τῆς Εὐδαίμονος καὶ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ μετʼ ἐκείνην τοῦ Περσικοῦ κόλπου καὶ τοῦ Ἰνδικοῦ πελάγους παντὸς ἄχρι τοῦ Σινῶν (τοῦ) ἔθνους καὶ τοῦ πέρατος τῆς ἐγνωσμένης γῆς τὸν ἀκριβέστατον ποιησόμεθα περίπλουν καὶ τὴν τῶν σταδίων ἀναμέτρησιν. Τῶν δὲ δεξιῶν τῶν τῆς Λιβύης μερῶν μέχρι τοῦ καλουμένου Πράσου ἀκρωτηρίου καὶ τῆς Μενουθιάδος νήσου τὰς μέν προσηγορίας τῶν πόλεων καὶ τῶν ἐπινείων δηλώσομεν, ἔτι μὴν τῶν θαλασσῶν καὶ τῶν κόλπων καὶ τῶν ἀκρωτηρίων, καὶ τῶν νήσων τὰς ὀνομασίας σημανοῦμεν· διὰ μακροῦ δὲ τοῖς διαστήμασι τὸν ἀριθμὸν τῶν σταδίων προσθήσομεν. Τούτων μὲν γὰρ τῶν δεξιῶν μερῶν ἐπιδρομή ἐστιν ἃ τῆς ἀναμετρήσεως πεποιήμεθα σαφῆ, μιᾶς ἕνεκα τῆς θέσεως τῆς τε γῆς καὶ τῆς θαλάσσης, ἥνπερ ἔχει πρὸς τὰς ἀντιπέρα τῆς Ἀσίας χώρας, τουτέστι τῶν τε Ἀράβων καὶ τῶν Ἰνδῶν καὶ τῶν ἄλλων ἐθνῶν· τῶν δὲ ἀριστερῶν μερῶν μετὰ τῆς προειρημένης ἐπαγγελίας τὸν περίπλουν σπουδῇ ἐποιησάμεθα.