Ancient Greek · ~3 min
ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΟΥ ΠΟΝΤΟΥ ΠΕΡΙΠΛΟΥΣ ΤΗΣ ΕΞΩ ΘΑΛΑΣΣΗΣ, ΕΩιΟΥ ΚΑΙ ΕΣΠΕΡΙΟΥ, ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΗι ΜΕΓΙΣΤΩΝ ΝΗΣΩΝ. ΤΩΝ ΕΙΣ ΔΥΟ ΤΟ ΠΡΟΤΕΡΟΝ., ΤΩΝ ΔΕΞΙΩΝ ΜΕΡΩΝ ΤΟΥ ΤΕ ΑΡΑΒΙΟΥ ΚΟΛΠΟΥ ΚΑΙ ΤΗΣ ΕΡΥΘΡΑΣ ΘΑΛΑΣΣΗΣ ΚΑΙ ΤΟΥ ΙΝΛΙΚΟΥ ΠΕΛΛΓΟΥΣ ΠΕΡΙΠΛΟΥΣ.
Marcianus of Heraclea, Periplus Maris Exteri 11
Not analysed yet
11. Ἡ τοίνυν θέσις καὶ περιγραφή τῶν δεξιῶν τῆς Λιβύης μερῶν τοῦτον ἔχει τὸν τρόπον (χρὴ γὰρ πρὸ τῶν κατὰ μέρος τὰς καθόλου προσηγορίας καὶ τὴν θέσιν δηλῶσαι τῶν τόπων)· πλέοντι γὰρ τὸν Ἀραβικὸν κόλπον ὡς πρὸς μεσημβρίαν, μετρίως πρὸς τὴν ἕω παρεπιστρέφοντι, καὶ δεξιὰν ἔχοντι τὴν ἤπειρον πρώτη μέν ἐστιν ἡ Αἴγυπτος, μέρει τινὶ γειτνιῶσα τῷ κόλπῳ (τούτῳ δὲ παροικοῦσιν Ἀραβαιγύπτιοι Ἰχθυοφάγοι)· μετὰ δὲ ταύτην ἡ Τρωγλοδυτικὴ ἐπὶ πλεῖστον ἐκτεινομένη· παρήκει γὰρ παρά τε αὐτὸν τὸν Ἀράβιον κόλπον καὶ παρὰ τὴν Ἐρωθρὰν θάλασσαν· μετὰ δὲ τὸ στόμα τοῦ Ἀραβίου κόλπου ἑξῆς ἐστιν ἡ Ἐρυθρὰ θάλασσα. Περιπλέοντι τοίνυν ταύτην καὶ ὁμοίως ἐν δεξιᾷ τὴν γῆν ἔχοντι ἐκδέχεται μὲν ὁ Αὐαλίτης κόλπος ἐν τοῖς δεξιοῖς μέρεσι τῆς Ἐρυθρᾶς τυγχάνων θαλάσσης, παροικοῦσι δὲ τούτῳ οἵ τε προειρημένοι Τρωγλοδύται καὶ οἱ Αὐαλῖται καὶ προσέτιγε οἱ Μόσσυλοι τὰ ἔθνη.