Ancient Greek · ~3 min
ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΟΥ ΠΟΝΤΟΥ ΠΕΡΙΠΛΟΥΣ ΤΗΣ ΕΞΩ ΘΑΛΑΣΣΗΣ, ΕΩιΟΥ ΚΑΙ ΕΣΠΕΡΙΟΥ, ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΗι ΜΕΓΙΣΤΩΝ ΝΗΣΩΝ. ΤΩΝ ΕΙΣ ΔΥΟ ΤΟ ΠΡΟΤΕΡΟΝ., ΤΩΝ ΔΕΞΙΩΝ ΜΕΡΩΝ ΤΟΥ ΤΕ ΑΡΑΒΙΟΥ ΚΟΛΠΟΥ ΚΑΙ ΤΗΣ ΕΡΥΘΡΑΣ ΘΑΛΑΣΣΗΣ ΚΑΙ ΤΟΥ ΙΝΛΙΚΟΥ ΠΕΛΛΓΟΥΣ ΠΕΡΙΠΛΟΥΣ.
Marcianus of Heraclea, Periplus Maris Exteri 12
Not analysed yet
12. Ἐκπλεύσαντι δὲ τὸν κόλπον καὶ τὴν Ἐρυθρὰν θάλασσαν, ἠρέμα πως μετὰ τὸν κόλπον κατὰ τὸ ἀκρωτήριον στενουμένην, ἐκδέχεται τὸ Ἰνδικὸν πέλαγος ἀναπεπταμένον ἐπὶ πολὺ καὶ τῷ μὲν μήκει διῆκον πρὸς τὴν ἕω καὶ τὰς ἀνατολὰς τοῦ ἡλίου μέχρι Σινῶν τοῦ ἔθνους, ὅπερ ἐπὶ τέλει τῆς οἰκουμένης τυγχάνει κείμενον κατὰ τὴν πρὸς ταῖς ἀνατολαῖς ἄγνωστον γῆν, τῷ δὲ πλάτει πρὸς μεσημβρίαν ἀναχεόμενον ἐπὶ πλεῖστον. μέχρι τῆς ἑτέρας ἀγνώστου γῆς τῆς κατὰ τὴν μεσημβρίαν ὑπαρχούσης, καθʼ ἣν καὶ ἡ Πρασώδης καλουμένη διατείνει θάλασσα παρʼ ὅλην τὴν μεσημβρινὴν ἄγνωστον γῆν μέχρι τῆς ἕω, τοῦ μὲν Ἰνδικοῦ πελάγους ὑπάρχουσα, ταύτην δὲ διὰ τὴν χροιὰν λαχοῦσα τὴν προσηγορίαν.