Ancient Greek
ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΟΥ ΠΟΝΤΟΥ ΠΕΡΙΠΛΟΥΣ ΤΗΣ ΕΞΩ ΘΑΛΑΣΣΗΣ, ΕΩιΟΥ ΚΑΙ ΕΣΠΕΡΙΟΥ, ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΗι ΜΕΓΙΣΤΩΝ ΝΗΣΩΝ. ΤΩΝ ΕΙΣ ΔΥΟ ΤΟ ΠΡΟΤΕΡΟΝ., ΤΩΝ ΑΡΙΣΤΕΡΩΝ ΜΕΡΩΝ ΤΟΥ ΤΕ ΑΡΑΒΙΟΥ ΚΟΛΠΟΥ ΚΑΙ ΤΗΣ ΕΡΥΘΡΑΣ ΘΑΛΛΣΣΗΣ ΚΑΙ ΤΟΥ ΙΝΔΙΚΟΥ ΠΕΛΑΓΟΥΣ ΠΑΝΤΟΣ ΠΕΡΙΠΛΟΥΣ.
Marcianus of Heraclea, Periplus Maris Exteri 15
Not analysed yet
15. Τῶν δὲ ἀριστερῶν τῆς Ἀσίας μερῶν ἡ τῆς ἠπείρου καὶ τῶν θαλασσῶν θέσις τοῦτόν πως διάκειται τὸν τρόπον. Χρὴ γὰρ κἀνταῦθα πρὸ τῶν κατὰ μέρος ὀνο μασιῶν τὰς καθόλου δηλῶσαι προσηγορίας, καὶ τὴν θέσιν σημῆναι τῶν τόπων. Πλέοντι τοίνυν τὸν Ἀράβιον κόλπον καὶ ἀριστερὰν ἔχοντι τὴν ἤπειρον πρώτη μέν ἐστιν ἡ καλουμένη Εὐδαίμων Ἀραβία παρὰ ὅλον τὸν Ἀράβιον διήκουσα κόλπον μέχρι τοῦ προρρηθέντος Ἀραβίου πορθμοῦ. Μετὰ δὲ τὰ στενὰ τοῦ Ἀραβίου κόλπου ἐκδέχεται ἡ Ἐρυθρὰ θάλασσα, ἣν περιπλέοντι καὶ τὴν ἥπειρον ἀριστερὰν ἔχοντι, τὸ προρρηθὲν ἔτι τῶν Ἀράβων ἔθνος ἐκδέχεται παρὰ πᾶσαν ταύτην παροικοῦν τὴν ἤπειρον. Ἐν τούτῳ δὲ τῷ μέρει τῆς θαλάσσης καὶ τὸ τῶν Ὁμηριτῶν ἔθνος τυγχάνει τῆς τῶν Ἀράβων ὑπάρχον γῆς, μέχρι τῆς ἀρχῆς τοῦ Ἰνδκοῦ διῆκον πελάγους. Μετὰ δὲ τὴν Ἐρυθρὰν θάλασσαν ἑξῆς ἐστι τὸ Ἰνδικὸν πέλαγος. Περιπλέοντι τοίνυν καὶ τούτου τὰ ἀριστερὰ μέρη τὰ πρὸς τὴν Ἀράβων γῆν ἀναπεπταμένα μέχρι τοῦ στόματος τοῦ Περσικοῦ κόλπου, ἐκδέχεται ὅ τε Σύαγρος τὸ ὄρος καὶ ὁ Σαχαλίτης κόλπος μέγιστος ὢν καὶ διήκων ἄχρι τοῦ στόματος τοῦ κόλπου τοῦ Περσικοῦ. Εἰσπλεύσαντι δὲ εἰς τὸν Περσικὸν κόλπον καὶ περιπλέοντι τοῦτον, ἀριστερὰν δὲ τὴν ἤπειρον ἔχοντι μέχρι τῶν ἐκβολῶν τοῦ Τίγριδος ποταμοῦ ,ἐν αὐτῷ ἔτι τῷ Περσικῷ κόλπῳ ἡ Σουσιανὴ τὸ ἔθνος ἐκδέχεται οὐ μὴν ἀλλὰ καὶ ἡ Περσὶς μετὰ τὴν Σουσιανὴν κειμένη τυγχάνει, μεθʼ ἣν Καρμανίας τὸ πλεῖστον μέρος ἄχρι τῶν στενῶν τοῦ αὐτοῦ Περσικοῦ κόλπου. Ἀντίκειται δὲ ὁ Περσικὸς κόλπος τῇ Κασπίᾳ θαλάσσῃ τῇ καὶ Ὑρκανίᾳ λεγομένῃ, καὶ στενώσας τὴν μεταξὺ γῆν ποιεῖ μέγαν ἰσθμὸν τῆς Ἀσίας.