Ancient Greek · ~3 min
ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΟΥ ΠΟΝΤΟΥ ΠΕΡΙΠΛΟΥΣ ΤΗΣ ΕΞΩ ΘΑΛΑΣΣΗΣ, ΕΩιΟΥ ΚΑΙ ΕΣΠΕΡΙΟΥ, ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΗι ΜΕΓΙΣΤΩΝ ΝΗΣΩΝ. ΤΩΝ ΕΙΣ ΔΥΟ ΤΟ ΠΡΟΤΕΡΟΝ., ΤΩΝ ΑΡΙΣΤΕΡΩΝ ΜΕΡΩΝ ΤΟΥ ΤΕ ΑΡΑΒΙΟΥ ΚΟΛΠΟΥ ΚΑΙ ΤΗΣ ΕΡΥΘΡΑΣ ΘΑΛΛΣΣΗΣ ΚΑΙ ΤΟΥ ΙΝΔΙΚΟΥ ΠΕΛΑΓΟΥΣ ΠΑΝΤΟΣ ΠΕΡΙΠΛΟΥΣ.
Marcianus of Heraclea, Periplus Maris Exteri 16
Not analysed yet
16. Ἐκπλεύσαντι δὲ τὸν κόλπον καὶ πρὸς τὴν ἕω τὸν πλοῦν ποιουμένῳ ἀριστεράν τε ὁμοίως τὴν ἤπειρον ἔχοντι, ἐκδέχεται πάλιν τὸ Ἰνδικὸν πέλαγος, ᾧ τὸ λειπόμενον τῆς Καρμανίας ἔθνος παροικεῖ. Καὶ μετὰ τοῦτο τὸ τῆς Γεδρωσίας ἔθνος κείμενον τυγχάνει ἑξῆς δὲ τούτων ἐστὶν ἡ Ἰνδικὴ ἡ ἐντὸς Γάγγου ποταμοῦ κειμένη, ἧς κατὰ τὸ μεσαίτατον τῆς ἠπείρου νῆσος καταντικρὺ κεῖται μεγίστη Ταπροβάνη καλουμένη. Μετὰ δὲ ταύτην ἡ ἑτέρα ἐστὶν Ἰνδικὴ ἡ ἐκτὸς Γάγγου ποταμοῦ, ὅρου τυγχάνοντος ἑκατέρων τῶν Ἰνδικῶν γαιῶν. Ἐν δὲ τῇ ἐκτὸς Γάγγου Ἰνδικῇ ἡ Χρυσῆ καλουμένη χερσόνησός ἐστι μεθʼ ἣν ὁ καλούμενος Μέγας κόλπος· οὗ κατὰ τὸ μεσαίτατον οἱ ὅροι τῆς ἐκτὸς Γάγγου Ἰνδικῆς καὶ τῶν Σινῶν εἰσιν. Εἶθʼ ἑξῆς τὸ τῶν Σινῶν ἐστιν ἔθνος, καὶ ἡ τούτων μητρόπολις, ἥτις Θῖναι προσαγορεύεται, ὅριον τῆς ἐγνωσμένης γῆς καὶ ἀγνώστου τυγχάνουσα.