Ancient Greek · ~5 min
ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΟΥ ΠΟΝΤΟΥ ΠΕΡΙΠΛΟΥΣ ΤΗΣ ΕΞΩ ΘΑΛΑΣΣΗΣ, ΕΩιΟΥ ΚΑΙ ΕΣΠΕΡΙΟΥ, ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΗι ΜΕΓΙΣΤΩΝ ΝΗΣΩΝ. ΤΩΝ ΕΙΣ ΔΥΟ ΤΟ ΠΡΟΤΕΡΟΝ., ΤΟΥ ΑΡΛΒΙΟΥ ΚΟΛΠΟΥ ΤΩΝ ΑΡΙΣΙΕΡΩΝ ΜΕΡΩΝ ΤΩΝ ΠΑΡΑ ΤΗΝ ΕΥΔΛΙΜΟΝΑ ΑΡΑΒΙΑΝ ΠΕΡΙΠΛΟΥΣ.
Marcianus of Heraclea, Periplus Maris Exteri 17a
Not analysed yet
17a. Ἡ Εὐδαίμων Ἀραβία περιορίζεται ἀπὸ μὲν ἄρκτων ταῖς πλευραῖς τῆς τε Πετραίας Ἀραβίας καὶ ἔτι τῆς Ἐρήμου Ἀραβίαι καὶ τῷ νοτίῳ μέρει τοῦ Περσικοῦ κόλπου μέχρι τῶν ἐκβολῶν τοῦ Τίγριδος ποταμοῦ, ἀπὸ δὲ ἀνατολῶν μέρει τε τοῦ Περσικοῦ κόλπου καὶ μέρει τῆς Ἰνδικῆς θαλάσσης, ἀπὸ δὲ μεσημβρίας τῇ Ἐρυθρᾷ θαλέσσῃ, ἀπὸ δὲ δύσεως τῷ Ἀραβίῳ κόλπῳ. Τὴν δὲ θέσιν τοιαύτην τινὰ ἔχει. Προπέπτωκε πρὸς τὴν μεσημβρίαν εἰς τὴν Ἐρυθρὰν θέλασσαν καὶ τὸ Ἰνδικὸν πέλαγος ἐπὶ κλεῖστον, καὶ ὥσπερ χερ σόνησος μεγίστη πλατυτάτῳ ἰσθμῷ προσεχομένη περιρρεῖται τῇ θαλάσσῃ. Ἐξ ἑκατέρων δὲ αὐτῆς τοῦ ἰσθμοῦ τῶν μερῶν κόλποι δύο παραβέβληνται, καὶ τούτων ὁ μὲν ἐκ τῶν πρὸς τὴν ἑσπέραν μερῶν Ἀράβιος καλεῖται κόλπος ὁ προειρημένος, ὁ δὲ πρὸς τὴν ἕω νενευκὼς Περσικὸς κόλπος ὀνομάζεται τὰ δὲ μετξὺ πάντα ἀπὸ Ἀραβίου μυχοῦ μέχρι τοῦ προειρημένου Περσικοῦ κόλπου, καθʼ ὃ μέρος τὰς ἐκβολὰς δ Τίγρις ποιεῖται ποταμὸς, περιπλεῖται, χερσονησοειδὴς, ὡς προείρηται, τυγχάνουσα. Ἔθνη δὲ πλεῖστα καὶ μέγιστα ἐν αὐτῇ ἔχει, ὧν τὰ προσεχῆ τῇ θαλάσσῃ κατὰ τὸν περίπλουν δηλωθήσεται. Τὰ δὲ περὶ τὸν αὐχένα τῆς Εὐδαίμονος Ἀραβίας μετὰ τὴν Πετραίαν καὶ τὴν Ἔρημον Ἀραβίαν κατέχουσιν οἱ καλούμενοι Σαρακηνοὶ, πλείονας μὲν ἔχοντες προσηγορίας, πολλὴν δὲ διακατέχοντες ἔρημον γῆν. Γειτνιῶσι γοῦν οὗτοι τῇ Πετραίᾳ Ἀραβία καὶ τῆ Ἐρήμῳ Ἀραβία καὶ τῇ Παλαιστίνῃ καὶ τῇ Περσίδι καὶ ἀκολύθως τῇ προειρημένῃ Εὐδαίμονι Ἀραβίᾳ. Λείπει τὰ κατὰ μέρος