Ancient Greek · ~5 min
ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΟΥ ΠΟΝΤΟΥ ΠΕΡΙΠΛΟΥΣ ΤΗΣ ΕΞΩ ΘΑΛΑΣΣΗΣ, ΕΩιΟΥ ΚΑΙ ΕΣΠΕΡΙΟΥ, ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΗι ΜΕΓΙΣΤΩΝ ΝΗΣΩΝ. ΤΩΝ ΕΙΣ ΔΥΟ ΤΟ ΠΡΟΤΕΡΟΝ., ΤΟΥ ΑΡΛΒΙΟΥ ΚΟΛΠΟΥ ΤΩΝ ΑΡΙΣΙΕΡΩΝ ΜΕΡΩΝ ΤΩΝ ΠΑΡΑ ΤΗΝ ΕΥΔΛΙΜΟΝΑ ΑΡΑΒΙΑΝ ΠΕΡΙΠΛΟΥΣ.
Marcianus of Heraclea, Periplus Maris Exteri 18
Not analysed yet
ΑΠΟΣΠΑΣΜΑΤΑ. 18. Ὄννη, ἐμπόριον τῆς Εὐδαίμονος Ἀραβίας. Μαρκιανὸς ἐν Περίπλῳ. Σιδηνοί, ἔθνος παρακείμενον τῇ Ἐρυθρᾷ θαλάσσῃ, ὡς Μαρκιανὸς ἐν Περίπλῳ. Ζαδράμη, βασίλειον τῶν Κιναιδοκολπιτῶν. Εἰσὶ δὲ ἔθνος τῆς Εὐδαίμονος Ἀραβίας. Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς· «Ζαδραμιτῶν (καὶ) Κιναιδοκολπιτῶν. »Τὸ ἐθνικὸν Ζαδραμαῖος. Κασσανῖται, ἔθνος ἐν τῇ παραλία τῆς Ἐρυθρᾶς θαλάσσης. Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς «Ἐντεῦθεν ἐκδέχεται τὸ τῶν Κασσανιτῶν ἔθνος. Μινναῖοι, ἔθνος ἐν τῇ παραλίᾳ τῆς Ἐρυθρᾶς θαλάσσης. Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς. Ὁμηρῖται, ἔθνος Αἰθιόπων. Μαρκιανὸς ἐν Περίπλῳ α΄. Χαδραμωτῖται, ἔθνος περὶ τὸν Ἰνδικὸν κόλπον, τῷ Πρίονι παροικοῦντες ποταμῷ, ὥς φησι Μαρκιανὸς ἐν τῷ Περίπλῳ αὐτοῦ. Ἀσκῖται, ἔθνος παροικοῦν τὸν Ἰωδικὸν καὶ ἐπὶ ἀσκῶν πλέον, ὡς Μαρκιανὸς ἐν τῶ Περίπλῳ αὐτοῦ· «Παροικεῖαὐτὸν ἔθνος καὶ αὐτὸ καλούμενον Σαχαλιτῶν· ἔτι μὴν καὶ Ἀσκιτῶν ἕτερον ἔθνος ἐπὶ ἀσκῶν πλέον», Ἔστιν οὖν παρὰ τὸν ἀσκὸν Ἀσκίτης, ὡς παρὰ τὸν ἀστὸν ἀστίτης, μέσος μεσίτης. μέσος μεσίτης. Ἰστριανα΄, πόλις παρὰ τὴν Περσικήν θάλασσαν, ὡς Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς. Mἁλιάδα, πόλις Περσική. Μαρκιανὸςέν Περίπλῳ τοῦ Περσικοῦ κόλπου. Ἀδαρούπολις, πόλις Περσική, ὡς Μαρκιανὸς ἐν Περίπλῳ τοῦ Περσικοῦ κόλπου. Κορομάνη, πόλις πρὸς τὸν Περσικὸν κόλπον. Μαρκιανὸς ἐν Περίπλῳ αὐτοῦ. Μεσανίτης κόλπος. Μαρκιανὸς ἐν Περίπλῳ τῆς Περσικῆς θαλάσσης. Λαδισακίτης (?)κόλπος ἐν τῆ Περσικῇ θαλάσσῃ. Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς. Κτησιφῶν, πόλις Ἀσσυρίας. Μαρκιανὸς ἐν Περίπλῳ.