Ancient Greek · ~3 min
ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΟΥ ΠΟΝΤΟΥ ΠΕΡΙΠΛΟΥΣ ΤΗΣ ΕΞΩ ΘΑΛΑΣΣΗΣ, ΕΩιΟΥ ΚΑΙ ΕΣΠΕΡΙΟΥ, ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΗι ΜΕΓΙΣΤΩΝ ΝΗΣΩΝ. ΤΩΝ ΕΙΣ ΔΥΟ ΤΟ ΠΡΟΤΕΡΟΝ., ΣΟΥΣΙΑΝΗΣ ΠΕΡΙΠΑΟΥΣ.
Marcianus of Heraclea, Periplus Maris Exteri 21
Not analysed yet
21. Ἀπὸ τοῦ ἀνατολικοῦ στόματος τοῦ Τίγριδος ποταμοῦ ἐπὶ Χάρακα Πασίνου στάδιοι π΄. Κατὰ τοῦτο τὸ μέρος νῆσος κεῖται Ἀπφάνα λεγομένη· ταύτην δέ τινες τῷ περίπλῳ τῆς Εὐδαίμονος Ἀραβίας προσνέμουσιν, ἐν ταῖς λε΄ νήσοις ἀριθμοῦντες. Ἀπὸ δὲ τοῦ Χάρακος Πασίνου ἐπὶ Μωγαίου ποταμοῦ ἐκβολὰς στάδιοι ψ΄ . Ἀπὸ δὲ Μωγαίου ποταμοῦ ἐπὶ Πηλώδη κόλπον λεγόμενον στάδιοι υ΄. Παροικοῦσι δὲ τὸν κόλπον τοῦτον καὶ τοὺς περὶ αὐτὸν τόπους Ἐλυμαῖοι, τῆς Σουσιανῆς ὄντες χώρας. Κατὰ δὲ τὸν κόλπον τοῦτον νῆσος κεῖται, Ταξίανα λεγομένη. Ἀπὸ δὲ τοῦ κόλπου ἐτὶ τὰς τοῦ Εὐλαίου ποταμοῦ ἐκβολὰς στάδιοι χ̣?. Κατὰ τοῦτον τὸν ποταμὸν ἐν τῇ μεσογείᾳ πόλις κεῖται τῆς Σουσιανῆς μητρόπολις τὰ Σοῦσα. Ἀπὸ δὲ τοῦ Εὐλαίου ποταμοῦ εἰς Τέναγος ἀμμῶδες στάδιοι ρι΄. Ἀπὸ δὲ Τενάγους ἀμμώδους ἐπὶ τὰς τοῦ Ὀροάτιος ποταμοῦ ἐκβολὰς στάδιοι αυν΄.