Ancient Greek · ~1 min
ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΟΥ ΠΟΝΤΟΥ ΠΕΡΙΠΛΟΥΣ ΤΗΣ ΕΞΩ ΘΑΛΑΣΣΗΣ, ΕΩιΟΥ ΚΑΙ ΕΣΠΕΡΙΟΥ, ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΗι ΜΕΓΙΣΤΩΝ ΝΗΣΩΝ. ΤΩΝ ΕΙΣ ΔΥΟ ΤΟ ΠΡΟΤΕΡΟΝ., ΣΟΥΣΙΑΝΗΣ ΠΕΡΙΠΑΟΥΣ.
Marcianus of Heraclea, Periplus Maris Exteri 22
Not analysed yet
22. Ἔστι δὲ τῆς Σουσιανῆς τὸ μὲν μῆκος στάδιοι γφ, τὸ δὲ πλάτος στάδιοι βιν΄. Ἔχει δὲ ἔθνη ἤτοι σατραπείας Ϛ΄, πόλεις δὲ ἐπισήμους καὶ κώμας ιζ΄, ποταμοὺς ἐπισήμους δ΄ ,Πηλώδη κόλπον, Τέναγος ἀμμῶδες, Ἡρακλέους στήλας. Οἱ πάντες ἀπὸ τοῦ στόματος τοῦ Τίγριδος ποταμοῦ μέχρι τῶν ἐκβολῶν τοῦ Ὀροάτιος ποταμοῦ τοῦ παράπλου τῆς Σουσιανῆς χώρας στάδιοι γυλ΄.