Ancient Greek · ~5 min
ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΟΥ ΠΟΝΤΟΥ ΠΕΡΙΠΛΟΥΣ ΤΗΣ ΕΞΩ ΘΑΛΑΣΣΗΣ, ΕΩιΟΥ ΚΑΙ ΕΣΠΕΡΙΟΥ, ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΗι ΜΕΓΙΣΤΩΝ ΝΗΣΩΝ. ΤΩΝ ΕΙΣ ΔΥΟ ΤΟ ΠΡΟΤΕΡΟΝ., ΚΑΡΜΑΝΙΑΣ ΠΕΡΙΠΛΟΥΣ.
Marcianus of Heraclea, Periplus Maris Exteri 27
Not analysed yet
27. Ἀπὸ τῶν ἐκβολῶν τοῦ εἰρημένου Βαγράδα ποταμοῦ ἐπὶ Δάρα ποταμὸν στάδιοι τ΄. Ἐνταῦθα παροικοῦσι Καμηλοβοσκοὶ, τῆς Καρμανίας χώρας ὄντες. Ἀπὸ δὲ τοῦ Δάρα ποταμοῦ ἐπὶ Κάθραπος ποταμοῦ ἐκβολὰς στάδιοι φ΄. Ἀπὸ δὲ τοῦ Κάθραπος ποταμοῦ ἐπὶ Κορίου ποταμοῦ ἐκβολὰς στάδιοι ψ΄. Κατὰ τούτους τοὺς τόπους νῆσος κεῖται Ἀγηδάνα καλουμένη, ἐν ᾗ μίλτος πολλὴ γίνεται. Ἀπὸ δὲ τοῦ Κορίου ποταμοῦ εἰς Ἀχιδάνα ποταμοῦ ἐκβολὰς στάδιοι υ΄. Ἀπὸ δὲ Ἀχιδάνα ποταμοῦ ἐπὶ Ἀνδάνιος ποταμοῦ ἐκβολάς στάδιοι φ΄. Παράκειται δὲ τοῖς τόποις τούτοις νῆσος Ὀοράχθα. Ἀπὸ δὲ τοῦ Ἀνδάνιος ποταμοῦ ἐπὶ Σαγάνου ποταμοῦ ἐκβολὰς στάδιοι υ΄. Ἀπὸ δὲ Σαγάνου ποταμοῦ ἐκβολῶν εἰς Ἄρμουζαν πόλιν στάδιοι σ΄. Ἀπὸ δὲ Ἀρμούζης ἐπὶ Ἀρμόζων ἀκρωτήριον λεγόμενον στάδιοι ω΄. Ἀπὸ δὲ τοῦ Ἀρμόζων ἀκρωτηρίου ἐπὶ Καρπέλλαν ἀκρωτήριον στάδιοι ψν΄. Ἐνταῦθα παράκειται τὸ προρρηθὲν στρογγύλον ὄρος τὸ Σεμιράμιδος, ᾧπερ ἀντικεῖσθαι ἔφαμεν κατὰ τὴν Εὐδαίμονα Ἀραβίαν τὸ Ἀσαβῶν ὄρος τε καὶ ἀκρωτήριον, ἅπερ ἑκάτερα ὄρη τε καὶ ἀκρωτήρια τὰ στενὰ ποιεῖ τοῦ Περσικοῦ κόλπου. Οἱ πάντες ἀπὸ τοῦ Βαγράδα ποταμοῦ μέχρι τοῦ στρογγύλου ὄρους καὶ Καρπέλλης ἄκρας τοῦ περίπλου τῆς Καρμανίας τοῦ παρὰ τὸν Περσικὸν κόλπον τυγχάνοντος στάδιοι δσν΄. Οἱ δὲ σύμπαντες τοῦ περίπλου παντὸς τοῦ Περσικοῦ κόλπου ἀπὸ τοῦ Ἀσαβῶν ὄρους καὶ τοῦ Ἀσαβῶν ἀκρωτηρίου μέχρι τοῦ Σεμιράμιδος στρογγύλου ὄρους καὶ Καρπέλλης ἀκρωτηρίου στάδιοι αα ςψζ΄.