Ancient Greek · ~6 min
ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΟΥ ΠΟΝΤΟΥ ΠΕΡΙΠΛΟΥΣ ΤΗΣ ΕΞΩ ΘΑΛΑΣΣΗΣ, ΕΩιΟΥ ΚΑΙ ΕΣΠΕΡΙΟΥ, ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΗι ΜΕΓΙΣΤΩΝ ΝΗΣΩΝ. ΤΩΝ ΕΙΣ ΔΥΟ ΤΟ ΠΡΟΤΕΡΟΝ., ΚΑΡΜΑΝΙΑΣ ΠΕΡΙΠΛΟΥΣ.
Marcianus of Heraclea, Periplus Maris Exteri 28
Not analysed yet
28. Μετὰ δὲ τὴν Κάρπελλαν ἄκραν ἐκδέχεται τὸ Ἰνδικὸν πέλαγος πρὸς ἀνατολὰς ἐκτεινόμενον: ᾧ τὸ λειπόμενον μέρος τῆς Καρμανίας παρήκει μέχρι Μουσαρναίων γῆς. Ἐκδέχεται τοίνυν μετὰ τὴν ἄκραν τήν Κάρπελλαν μέγιστος κόλπος ὁ καλούμενος Παράγων, διήκων μέχρι τοῦ ἀκρωτηρίου τοῦ καλουμένου Ἀλαμβατῆρ, καὶ τῆς νήσου τῆι καλουμένης Ζίβης. Τὰ δὲ κατὰ μέρος οὕτως ἔχει. Ἀπὸ Καρπέλλης ἄκρας εἰς Κανθάτιν πόλιν στάδιοι α. Ἐνταῦθα παροικοῦσιν οἱ καλούμενοι Πασαργάδαι, τοῦ Καρμανῶν ὄντες γένους. Ἀπὸ δέ Κανθάτιδος πόλεως εἰς Ἄγρισαν πόλιν στάδιοι σν΄. Ἀπὸ δὲ Ἀγρίσης πόλεως ἐπὶ Ὄμμανα ἐμπόριον τῶν ἐπισήμων στάδιοι χ΄. Ἀπὸ δὲ Ὀμμάνων ἐπὶ Ῥόγανα στάδιοι ρν΄. Ἀπὸ δὲ Ῥογάνων εἰς Σαλάρου ποταμοῦ ἐκβολὰς στάδιοι ρν΄. Ἀπὸ δὲ Σαλάρου ποταμοῦ ἐπὶ Πασίδα στάδιοι σ΄. Ἀπὸ δὲ Πασίδος εἰς Σαμυδάκην πόλιν στάδιοι σ΄. Ἐνταῦθα παροικοῦσι Χελωνοφάγοι, τῆς Καρμανίας καὶ αὐτοὶ τυγχάνοντες. Ἀπὸ δὲ Σαμμυδάκης πόλεως ἐπὶ σαμυδδάκου ποταμοῦ ἐκβολὰς στάδιοι φ΄. Ἀπὸ δὲ Σαμυδάκου ποταμοῦ εἰς Τησὰ πόλιν στάδιοι υ΄. Ἀπὸ δὲ Τησὰ πόλεως εἰς Ὑδριάκου ποταμοῦ ἐκβολὰς στάδιοι σ΄. Ἀπὸ δὲ τοῦ Ὑδριάκου ποταμοῦ ἐκβολῶν ἐπὶ Βαγίαν ἄκραν στάδιοι υ΄. Ἀπὸ δὲ Παγίας ἄκρας εἰς Κύϊζα λιμένα στάδιοι σν΄. Ἀπὸ δὲ Κυΐζων λιμένος εἰς Ἀλαμβατὴρ ἀκρωτήριον στάδιοι υ΄. Κατὰ ταῦτα τὰ μέρη κεῖται νῆσος πελαγία Πόλα καλουμένη. Παράκειται δὲ τῷ Ἀλαμβατὴρ ἀκρωτηρίῳ νῆσος καλουμένη Ζίβη. Ἐνταῦθα τελευτᾶν τὸν κόλπον τὸν καλούμενον Παράγοντα προειρήκαμεν. Ἔστι δὲ ὁ πᾶς περίπλους αὐτοῦ ἀπὸ Καρπέλλης ἄκρας εἰς Ἀλαμβατὴρ ἀκρωτήριον σταδίων δψ΄.