Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ., ΠΡΟΟΙΜΙΟΝ.
Marcianus of Heraclea, Periplus Maris Exteri 3-2
Not analysed yet
3. Ἀρχήν τοίνυν ποιησόμεθα τοῦ περίπλου τῆς ἔξω θαλάσσης ἀπὸ τοῦ Ἡρακλείου πορθμοῦ. Οὗιος δὲ ὁ πορθμὸς διορίζει τὰς ἠπείρους ἑκατέρας, τήν τε Ἰβηρίαν, ἣν καὶ Ἱσπανίαν προσαγορεύουσι, μέρος τῆς Εὐρώπης ὑπάρχουσαν, καὶ τὴν καταντικρὺ ταύτης κειμένην Λιβύην. Ἐκπλέοντι γὰρ τὸν Ἡράκλειον πορθμὸν καὶ πρὸς τὸν ὠκεανὸν ἐπειγομένῳ, ἐν δεξιᾷ μὲν τῆς Ἱσπανίας ἐστὶν ἡ Βαιτικὴ τὸ ἔθνος, ἐν ἀριστερᾷ δὲ εἰσὶ τῆς Λιβύης αἱ Μαυριτανίαι καλούμεναι. Τὸ δὲ μεταξὺ τούτων κατὰ τὴν ἐντὸς θάλασσαν πέλαγος καλεῖται Ἰβηρικὸν (μέσον δὲ τῶν εἰρημένων ἐθνῶν κείμενον). Διεκπλεύσαντι δὲ τὸν Ἡράκλειον πορθμὸν καὶ τὸν ναὸν τῆς Ἥρας (οὗτος δὲ ἐν δεξιᾷ κατὰ τὸν ἔκπλουν τοῦ πορθμοῦ κεῖται) ἐκδέχεται μὲν ὁ ὠκεανὸς, ὰναπεπταμένος ἐφ ἑκατέρας τὰς ἠπείρους, τής τε Ἰβηρίαν καὶ τὴν Λιβύην, καὶ ἔτι γε πρὸς τὰς δυσμὰς εἰς μέγεθος ἀπέραντον καὶ ἄγνωστον ἐκτεινόμενος.