Ancient Greek
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ., ΠΡΟΟΙΜΙΟΝ.
Marcianus of Heraclea, Periplus Maris Exteri 2
Not analysed yet
2. Τῆς μὲν γὰρ ἐντὸς Ἡρακλείων στηλῶν ἀπάσης θαλάσσης, ὥσπερ καὶ προειρήκαμεν, ἀκριβῆ τὸν περίπλουν (ὥς γε οἰόμεθα) πεποιήμεθα ἐν ταῖς ἐπιτομαῖς τῶν ἕνδεκα βιβλίων Ἀρτεμιδώρου τοῦ Ἐφεσίου γεωγράφου, ὃν νομίζομεν τῆς καθʼ ἡμᾶς θαλάσσης ἐπιμελέστατον ἐν τοῖς τῆς γεωγραφίας τὸν περίπλουν πεποιῆσθαι· τῆς δὲ ἔξω θαλάσσης, ἥτις ὠκεανὸς παρὰ τῶν πλείστων καλεῖται, εἰ καὶ μετρίως τινῶν μερῶν ὁ προειρημένος ἐμνημόνευσεν Ἀρτεμίδωρος, ἀλλʼ ὅμως τὸν ἀκριβέστατον ταύτης περίπλουν ἐκ τῆς τοῦ θειοτάτου Πτολομαίου γεωγραφίας καὶ προσέτιγε τοῦ Πρωταγόρου καὶ ἑτέρων παλαιῶν ἀνδρῶν ἐξελόντες, τοῦ μὲν Ἀραβίου κόλπου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης ἐκατέρων τῶν ἠπείρων καὶ ἔτι γε τοῦ Ἰνδικοῦ πελάγους παντὸς μέχρι τῆς ἑῴας καὶ τῆς ἀγνώστου γῆς μετὰ τῆς ἐνδεχομένης ἀκολουθίας ἐν τῷ προτέρῳ βιβλίῳ διεξήλθομεν· νυνὶ δὲ τὰ περὶ τὸν ἑσπέριον ὠκεανὸν ἐπελευσόμεθα.