Ancient Greek · ~2 min
ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΟΥ ΠΟΝΤΟΥ ΠΕΡΙΠΛΟΥΣ ΤΗΣ ΕΞΩ ΘΑΛΑΣΣΗΣ, ΕΩιΟΥ ΚΑΙ ΕΣΠΕΡΙΟΥ, ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΗι ΜΕΓΙΣΤΩΝ ΝΗΣΩΝ. ΤΩΝ ΕΙΣ ΔΥΟ ΤΟ ΠΡΟΤΕΡΟΝ., ΣΙΝΩΝ ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΟΙΣ ΚΟΑΠΩΝ ΠΕΡΙΠΣΟΣ.
Marcianus of Heraclea, Periplus Maris Exteri 44
Not analysed yet
44. Ἐντεῦθεν ἄρχονται παροικεῖν μέχρι τῆς μεσημβρινῆς ἀγνώστου γῆς Ἰχθυοφάγοι Σῖναι. Δύο γὰρ ἀγνώστους ὑπονοεῖν χρή γᾶς, τήν τε παρὰ τήν ἀνατολὴν διήκουσαν, ᾗ παροικεῖν εἰρήκαμεν τοὺς Σίνας, καὶ τὴν παρὰ τήν μεσημβρίαν, ἥτις διήκει παρὰ πᾶσαν τὴν Ἰνδικὴν θάλασσαν ἤτοι τὴν Πρασώδη καλουμένην, μέρος οὗσαν τῆς Ἰνδικῆς θαλάσσης, ὥστε συνάπτουσαν ἑκατέρας τὰς ἀγνώστους γᾶς καθάπερ τινὰ γωνίαν ἀποΣινῶν ἥ τε τῶν Σηρῶν χώρα καὶ ἡ μητρόπολις αὐτῶν. Τὰ δὲ ἀνατολικώτερα τούτων ἄγνωστός ἐστι γῆ, λίμνα, ἔχουσα ἑλώδεις, ἐν αἷς κάλαμοι μεγάλοι φύονται, καὶ συνεχεῖς οὕτως, ὥστε ἐχομένους αὐτῶν ποιεῖσθαι τὰς διαπεραιώσεις.