Ancient Greek
ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΟΥ ΠΟΝΤΟΥ ΠΕΡΙΠΛΟΥΣ ΤΗΣ ΕΞΩ ΘΑΛΑΣΣΗΣ, ΕΩιΟΥ ΚΑΙ ΕΣΠΕΡΙΟΥ, ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΗι ΜΕΓΙΣΤΩΝ ΝΗΣΩΝ. ΤΩΝ ΕΙΣ ΔΥΟ ΤΟ ΠΡΟΤΕΡΟΝ., ΤΟΥ ΘΗΡΙΩΛΟΥΣ ΚΟΛΠΟΥ ΠΕΡΙΠΛΟΥΣ.
Marcianus of Heraclea, Periplus Maris Exteri 45
Not analysed yet
45. Πλέοντι τοίνυν μετὰ τὸν Μέγαν κόλπον καὶ τὸ ἑό. Νότιον ἄκρον ὡς πρὸς τήν μεσημβρίαν καὶ ἀριστερὰν ἔχοντι τήν τε τῶν Σινῶν γῆν καὶ τήν ἀνατολήν, ἐκδὲχεται κόλπος Θηριώδης καλούμενος, διήκων μέχρι τοῦ ἀκρωτηρίου τοῦ καλουμένου Σατύρων ἄκρου. Οἱ πάντες ἀπὸ τοῦ Νοτίου ἄκρου μέχρι τοῦ τῶν Σατύρων ἀκρωτηρίου τοῦ περίπλου τοῦ Θηριώδους κόλπου στάδιοι αφγ΄.