Ancient Greek · ~2 min
ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΟΥ ΠΟΝΤΟΥ ΠΕΡΙΠΛΟΥΣ ΤΗΣ ΕΞΩ ΘΑΛΑΣΣΗΣ, ΕΩιΟΥ ΚΑΙ ΕΣΠΕΡΙΟΥ, ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΗι ΜΕΓΙΣΤΩΝ ΝΗΣΩΝ. ΤΩΝ ΕΙΣ ΔΥΟ ΤΟ ΠΡΟΤΕΡΟΝ., ΑΝΑΚΕΦΑΛΛΙΩΣΙΣ ΤΩΝ ΠΡΟΕΙΠΗΜΕΝΩΝ ΑΠΑΝΤΩΝ ΔΙΑΣΤΗΜΑΤΩΝ.
Marcianus of Heraclea, Periplus Maris Exteri 52
Not analysed yet
52. Τέλος τοίνυν ἐνθάδε τοῦ πρώτου βιβλίου ποιησόμεθα, παντὸς μὲν τοῦ Ἀραβίου κόλπου, πάσης δὲ τῆς Ἐρυθρᾶς θαλάσσης, οὐ μὴν ἀλλὰ καὶ τοῦ Ἰνδικοῦ πελάγους τῶν τε δεξιῶν μερῶν, ἔτι μὴν καὶ τῶν ἀριστερῶν, ὅσα τῆ τῶν ἀνθρώπων ἐπιμελείᾳ καὶ φιλομαθεία γέγονεν ἐφικτὰ, μέχρι τῆς ἀγνώστου γῆς καθʼ ἑκατέρας τὰς ἠπείρους, τῆς τε ἑῴας καὶ τῆς μεσημβρινῆς, τὸν περίπλουν ἀναγράψαντες. Ἀρξόμεθα δὲ τοῦ κατὰ τὸν δυτικὸν ὠκεανὸν περίπλου· τοῦτο γὰρ ἐν ἀρχῇ τοῦ βιβλίου πράξειν ὑπεσχόμεθα.