Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ., ΠΡΟΟΙΜΙΟΝ.
Marcianus of Heraclea, Periplus Maris Exteri 1-2
Not analysed yet
Τὸ δεύτερον βιβλίον περιέξει τὸν ἀπὸ τοῦ Ἡρακλείου πορθμοῦ περίπλουν πάντα, τὸν παρὰ τῶ δυτικῷ τε καὶ ἀρκτῴῳ ὠκεανῷ μέχρι τῶν βορειοτάτων, καὶ ἔτι γε τῶν μεσημβρινῶν μερῶν, ἕως τῆς ἠγνοημένης ἑκατέρων τῶν ἠπείρων γῆς. Ἔσται δὲ οὗτος τῶν μὲν διξιῶν μερῶν παρὰ τὴν Ἰβηρίαν, ἥτις καὶ Ἱσπανία καλεῖται, τῶν παρὰ τὸν ὠκεανὸν κειμένων αὐτῆς τόπων, καὶ ἔτι παρὰ τὴν Ἀκυτανίαν καὶ τὴν Λουγδουνησίαν καὶ Βελγικὴν Γερμανίαν τε τὴν μεγάλην μέχρι τῆς ἐν τῇ Εὐρώπῃ Σαρματίας, μεθʼ ἣν ἡ πρὸς τοῖς ἄρκτοις ἄγνωστος ἐκδέχεται γῆ· πρὸς δὲ τούτοις καὶ τῶν δύο νήσων τῶν ἐν τῷ ἀρκτῴῳ κειμένων ὠκεανῷ, ἃς κοινῶς μὲν Πρεττανικὰς καλοῦσι, λέγεται δὲ αὐτῶν ἡ μὲν Ἰουερνία, ἡ δὲ Ἀλβίων, τῶν δὲ ἀριστερῶν μερῶν παρὰ τὴν Λιβύην καὶ τὸν ὠκεανὸν τὸν δυτικὸν καὶ μεσημβρινὸν, καὶ τῶν προσεχῶν τούτοις τόπων μέχρι τοῦ λεγομένου Ὑποδρόμου Αἰθιοπικοῦ, ἔνθα τὸν πρὸς τὴν μεσημβρίαν ἀναχεόμενον ὠκεανὸν τέλος ἔχειν συνέστηκε, τῆς ἀγνώστου λοιπὸν ἐκδεχομένης γῆς.