Ancient Greek
1 to 2
Marcus Antonius Polemon, Declamationes 1-2
Not analysed yet
Ἐπειδὴ τά τε ἄλλα χρὴ καὶ οἰκεῖον εἶναι τοῖς κειμένοις τὸν ἐροῦντα τὸν ἐπ' αὐτοῖς λόγον, φημὶ τούτου μοι προσήκειν μάλιστα, Κυναιγείρου πατὴρ ὢν καὶ τὸ πάντων ἀξιολογώτατον τῶν Μαραθῶνι τετολμημένων ἐκ τῆς ἐμῆς φύσεως τῇ πόλει συμβαλόμενος, ἄνδρα τοῖς βαρβάροις καὶ κατὰ μέρος μεμαχημένον. εἰκὸς μὲν οὖν τι καὶ τῶν Καλλιμάχου τῶν ἀρετῇ δευτέρων · ἐγὼ δʼ αὐτοῦ τοσοῦτον ἐπειπεῖν τῷ τάφῳ δικαιότερος ὅσῳ τιμῆς ἄξιος πλείονος Καλλιμάχου Κυναίγειρος, στρατιώτης (ἀγαθὸς) ἀγαθοῦ νεκροῦ, καὶ τὸ σύμπαν ὁπόσῳ τινὶ κρείττων ἀρετὴ σχήματος.